Salmos 65

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 65 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.

1Εἰς τὸ τέλος· ᾠδὴ ψαλμοῦ ἀναστάσεως. Ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ.

2ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ·

3εἶπατε τῷ θεῷ Ὡς φοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί

4πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου. διάφαλμα.

5δεῦτε, τέκνα, καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ, φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων.

6ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν, ἐν ποτσμῷ διελεύσονται ποδί ἐκεῖ εὐφρανθησόμεθα ἐπʼ αὐτῷ,

7τῷ δεσπόζοντι ἐν τῇ δυναστίᾳ τοῦ αἰῶνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. διάψαλμα.

8εὐλογεῖτε, ἔθνη, τὸν θεὸν ἡμῶν, καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ,

9τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.

10ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ θεός, καὶ ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.

11εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα. ἔθου θλίψεις ἐνώπιον ἡμῶν,

12ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν

13εἰσελεύσμαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαθτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου,

14ἃς διέστειλεν τὰ χείλη μου καὶ ἐλάλησεν τὸ στόμα μου ἐν τῇ θλίψει μου·

15ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ποιήσω σοι βόας μετὰ χιμάρων. διάψαλμα.

16δεῦτε ἀκούσατε καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν κύριον, ὅσα ἐποίησεν τῇ ψυχῇ μου.

17πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.

18ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδία, μὴ εἰσακουσάτω Κύριος.

19διὰ τοῦτο εἰσήκουσέν μου ὁ θεός, προσέσχεν τῇ φωνῇ τῆς προσευχῆς μου.

20εὐλογητὸς ὁ θεὸς ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπʼ ἐμοῦ.

Abrir Salmos 65 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario