Salmos 72

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 72 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.

1Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ.

2ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρʼ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.

3ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν·

4ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν·

5ἐν κόποις ἀνθρώπων οὐκ εἰσίν, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται.

6διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν.

7ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν, διῆλθον εἰς διάθεσιν καρδίας·

8δενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ. ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν·

9ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.

10διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς,

11καὶ εἶπαν Πῶς ἔγνω ὁ θεός;

12ἰδοὺ ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ εἰς τὸν αἰῶνα κατέσχον πλούτου.

13καὶ εἶπα Ἀρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου. καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου,

14καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωίας.

15εἰ ἔλεγον Διηγήσομαι οὕτως, ἰδοὺ τῇ γεωεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα.

16καὶ ὑπέλαβον τοῦ γνῶναι· τοῦτο κόπος ἐναντίον μου,

17ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα.

18πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς.

19πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν.

20Ψαλμὸς τῷ Ἀσάφ. ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου, κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.

21ὅτι ηὐφράνθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιὼθησαν·

22καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων, κτηνώδης ἐγενόμην παρὰ σοί.

23καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ· ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου,

24ἐν τῇ βουλῇ σου ὡδήγησάς με. καὶ μετὰ δόξης προσελάβου με.

25τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ ; καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς

26ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα.

27ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.

28ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ κυρίῳ ἀγαθόν ἐστιν, τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου, τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.

Abrir Salmos 72 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario