Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 79 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.
1Εἰς τὸ τέλος. ὐπερ τῶν Ἀλλοιωθητομένων· μαρτύ. ριον τῷ Ἀσάφ, ψαλμὸς ὐπερ τοῦ Ἀσσυρίου.
2Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τῶν χερουβεὶμ ἐμφάνηθι,
3ἐναντίον Ἐφράιμ καὶ Βενιαμεὶν καὶ Μανασσή, ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς
4ὁ θεός, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.
5Κύριε ὁ θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου;
6ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων. καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ
7ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν. καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.
8Κύριε ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σαωθησόμεθα.
9ἄμπελον ἐξ Αἰγύπτου μετῆρας. διάψαλμα. ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν·
10ὠδοποίησας ἔμπροσθεν αὐτῆς. καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη ἡ γῆ.
11ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ θεοῦ·
12ἐξέτεινεν τὰ κλήματα αὐτῆς ἕως θαλάσσης. καὶ ἕως ποταμοῦ τὰς παραφυάδας αὐτῆς.
13ἴνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;
14ἐλυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ ὄυος ἄγριος κατενεμήσατο αὐτήν.
15ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή, ἐπίύκβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην·
16καὶ κατάρτισαι αὐτὴν ἣν ἐφύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ.
17ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη· ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται.
18γενηθήτω ἡ χείρ σου ἐπʼ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὁν ἐκραταίαοσας σεαυτῷ·
19καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ· ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα.
20Κύριε ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσαοπόν σου, καὶ σωθησόμεθα.
Abrir Salmos 79 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario