Salmos 85

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 85 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.

1Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ εἰσάκουσόν μου, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ.

2φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι σῶσον τὸν δοῦλόν σου, ὁ θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.

3ἐλέησόν με, κύριε, ὅτι πρὸς σέ κεκράξομαι ὅλην τὴν ἡμέραν.

4εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σέ, κύριε, ἤρα τὴν ψυχὴν μου.

5ὅτι σύ, κύριε. χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.

6ἐνώτισαι, Κύριε, τὴν προσευχὴν μου. καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.

7ἐν ἡμέρᾳ θλίψεως μου ἐκέκραξα πρὸς σέ, ὅτι εἰσήκουσάς μου.

8οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε. καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου.

9πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσιν τὸ ὄνομά σου·

10ὅτι μέγας εἶ σὺ καὶ ποιὥν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος ὁ μέγας.

11δήγησόν με, Κύριε, τῇ ὁδῷ σου, καὶ πορεύσομαι τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.

12ἐξομολογήσομαί σοι, Κύριε ὁ θεός μου, ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα·

13ὅτι τὸ ἔλεός σου μέγα ἐπʼ ἐμέ, καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾄδου κατωτάτου.

14ΙΙροσευχὴ τῷ Δαυεἰδ. ὁ θεός, παράνομοι ἐπανέστησαν ἐπʼ ἐμέ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου· οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.

15καὶ σύ, Κύριε ὁ θεός, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός.

16ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με, δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.

17ποίησον μετʼ ἐμοῦ σημεῖον εἰς ἀγαθόν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν, ὅτι σύ, Κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.

Abrir Salmos 85 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario