Salmos 87

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 87 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.

1Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κόρε· εἰς τὸ τέλος, ὐπὲρ μαελέθ τοῦ ἀποκριθῆναι· συνέσεως Αἱμὰν τῷ Ἰσραηλείτη.

2Κύριε ὁ θεὸς τῆς σωτηρίας μου. ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·

3εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου. κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, Κύριε.

4ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου. καὶ ἡ ζωή μου τῷ ᾄδῃ ἤγγισεν.

5προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος,

6ἐν νεκροῖς ἐλεύθερος· ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν·

7ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.

8ἐπʼ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεαορισμοὺς σου ἐπʼ ἐμὲ ἐπήγαγες. διάψαλμα.

9ἐμάκρυνας τοὺς γνωστούς μου ἀπʼ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς· παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.

10οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· καὶ ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν. διεπέτασα τὰς χεῖράς μου·

11μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσιν καὶ ἐξομολογήσονταί σοι;

12μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλίᾳ ;

13μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;

14κἀγώ, Κύριε, πρὸς σέ ἐκέκραξα, καὶ τὸ πρωὶ ἡ προσευχὴ μου προφθάσει σε.

15ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν προσευχὴν μου. ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ;

16πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου, ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.

17ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου, καὶ οἱ φοβερισμοί σου ἐτάραξάν με.

18ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν. περιέσχον με ἄμα.

19ἐμάκρυνας ἀπʼ ἐμοῦ φίλον καὶ τοὺς γνωστοὺς μου ἀπὸ ταλαιπαωρίας.

Abrir Salmos 87 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario