Salmos 90

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 90 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.

1Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.

2ἐρεῖ τῷ θεῷ Ἀντιλήμπτωρ μου εἶ· καὶ καταφυγὴ μου ὁ θεός μου, ἐλπιῶ ἐπʼ αὐτόν.

3ὅτι αὐτὸς ῥύσεται ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους·

4ἐυ τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.

5οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας,

6ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.

7πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ

8πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψῃ.

9ὅτι σύ, Κύριε. ἡ ἐλπίς μου· τὸν ὕψιστον ἔθου καταφυγὴν σου.

10οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου·

11ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν ταῖς ὁδοῖς σου·

12ἐπὶ χειρῶν ἀροῦσίν σε. μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.

13ἐπ᾿ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.

14ὅτι ἐπʼ ἐμὲ ἤλπισεν, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.

15ἐπικαλέσεται με, καὶ εἰσακούσομαι αὐτοῦ. μετʼ αὐτοῦ εἰμι ἐν θλίψει, καὶ ἐξελοῦμαι καὶ δοξάσω αὐτόν.

16μακρότητι ἡμερῶν ἐμπλήσω αὐτόν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ σαββάτου.

17Αἶνος ᾠδῆς τῷ Δαυείδ.

Abrir Salmos 90 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario