Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Salmos 93 en hebreo y español. La Septuaginta y el hebreo no numeran igual los capítulos, así que puede no caer en el mismo sitio.
1Ὁ θεὸς ἐκδικήσεων Κύριος, ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο.
2ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.
3ἕως πότε ἁμαρτωλοί, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσοσται;
4φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ;
5Ψαλμὸς τῷ Δαυείδ, τετράδι σαββάτων. τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληροσομίαν σου ἐκάκωσαν·
6χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόοευσαν·
7καὶ εἶπαν Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ θεὸς τοῦ Ἰακώβ.
8σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ· καὶ μωροί, ποτὲ φρονήσατε.
9ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας ὀφθαλμούς, οὐ κατανοεῖ
10ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει, ὁ διδάσκων ἄνθρωπον γνῶσιν;
11Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶν μάταιοι.
12μακάριος ὁ ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς, Κύριε. καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν,
13τοῦ πραῦναι αὐτῷ ἀφʼ ἡμερῶν πονηρῶν. ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.
14τι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει,
15ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. διάψαλμα.
16τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συνπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν
17εἰ μὴ ὅτι Κύριος ἐβοήθησέν μοι, παρὰ βραχὺ παρῴκησεν τῷ ᾄδῃ ἡ ψυχὴ μου.
18τ ἔλεγον Σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, βοηθεῖ μοι.
19Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχὴν μου.
20μὴ συνπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι;
21θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῷον καταδικάσονται.
22καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν, καὶ ὁ θεός μου εἰς βοηθὸν ἐλπίδος μου·
23καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν καὶ τὴν πονηρίαν αὐτῶν· ἀφανιεῖ αὐτοὺς Κύριος ὁ θεὸς ἡμῶν.
Abrir Salmos 93 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario