Susana (Teodoción) 1

Septuaginta · texto en griego y traducción al español · traducción hecha directamente del griego para esta edición

1ΚΑΙ ἦν ἀνήρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακείμ.Y había un hombre que vivía en Babilonia, y su nombre era Joaquín.

2καὶ ἔλαβεν γυναῖκα ᾖ ὄνομα Σουσάννα, θυγάτηρ Χελκείου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον.Y tomó por mujer a una cuyo nombre era Susana, hija de Jelcías, muy hermosa y temerosa del Señor.

3καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι, καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ.Y sus padres eran justos, y enseñaron a su hija conforme a la ley de Moisés.

4καὶ ἦν Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ἰουδαῖοι, διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων.Y Joaquín era muy rico, y tenía un huerto contiguo a su casa; y a él acudían los judíos, por ser él el más honorable de todos.

5Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἳ ἐδόκουν κυβερνῶν τὸν λαόν.Y fueron nombrados aquel año dos ancianos del pueblo como jueces, de los cuales dijo el Soberano: «Salió iniquidad de Babilonia, de ancianos jueces que parecían gobernar al pueblo».

6οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ἰωακείμ, καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι.Éstos frecuentaban la casa de Joaquín, y acudían a ellos todos los que tenían pleito.

7καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας, εἰσεπορεύετο Σουσάννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς.Y sucedía que, cuando el pueblo se retiraba a mediodía, entraba Susana y paseaba por el huerto de su marido.

8καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθʼ ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν, καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς.Y los dos ancianos la veían entrar y pasear cada día, y ardieron en deseo de ella.

9καὶ διέ. στρεψαν τὸν ἑαυτῶν νοῦν, καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων.Y pervirtieron su propio entendimiento, y apartaron sus ojos para no mirar al cielo ni acordarse de los juicios justos.

10καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς, καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην ἑαυτῶν·Y ambos estaban heridos por ella, y no se declararon el uno al otro su tormento,

11ὅτι ήσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ.porque se avergonzaban de declarar su deseo, que era unirse con ella.

12καὶ παρετηροῦσαν φιλοτίμως καθʼ ἡμέραν ὁρᾷν αὐτήν.Y acechaban con empeño, cada día, para verla.

13καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ Πορευθῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστίν· καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ᾿ ἀλλήλων.Y se dijeron el uno al otro: «Vayámonos a casa, que es hora de comer». Y saliendo, se apartaron el uno del otro.

14καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτό, καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν· καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην.Pero volviéndose atrás, llegaron al mismo sitio; y preguntándose el uno al otro la causa, confesaron su deseo. Y entonces acordaron juntos un momento en que pudieran hallarla sola.

15καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέν ποτε καθὼς ἐχθές καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων, καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσω, ὅτι καῦμα ἣν.Y sucedió que, mientras acechaban un día propicio, entró ella una vez como ayer y anteayer, sólo con dos criadas, y quiso bañarse en el huerto, porque hacía calor.

16καὶ οὐκ ἣν ἐκεῖ οὐδεὶς πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν.Y no había allí nadie, salvo los dos ancianos, escondidos y acechándola.

17καὶ εἶπεν τοῖς κορασίοις Ἐνέγκατε δὴ μοι ἔλαιον καὶ σμήγματα, καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι.Y dijo a las criadas: «Traedme aceite y ungüentos, y cerrad las puertas del huerto, para que me bañe».

18καὶ ἐποίησαν καθὼς εἶπεν, καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου, καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς, καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους, ὅτι ἦσαν κεκρυμμένοι.Y ellas hicieron como dijo: cerraron las puertas del huerto y salieron por las puertas laterales a traer lo que se les había mandado; y no vieron a los ancianos, porque estaban escondidos.

19καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ,Y sucedió que, en cuanto salieron las criadas, se levantaron los dos ancianos y corrieron hacia ella,

20καὶ εἶπον Ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν· διὸ συνκατάθου ἡμίν, καὶ γενοῦ μεθʼ ἡμῶν.y dijeron: «Mira, las puertas del huerto están cerradas y nadie nos ve, y estamos ardiendo por ti. Consiente, pues, y acuéstate con nosotros.

21εἰ δὲ μή, καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σου.Y si no, testificaremos contra ti que estaba contigo un joven, y que por eso despediste a las criadas».

22καὶ ἀνεστέναξεν Σουσάννα καὶ εἶπεν Στενά μοι πάντοθεν· ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοί ἐστιν· ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν.Y gimió Susana y dijo: «Estoy en aprieto por todos lados: porque si hago esto, es la muerte para mí; y si no lo hago, no escaparé de vuestras manos.

23αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐνπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἤ ἁμαρτεῖν ἐνώπιον Κυρίου.Mejor me es caer en vuestras manos sin haberlo hecho, que pecar delante del Señor».

24καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσάννα· ἐβόησαν δέ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς.Y clamó Susana a gran voz; y clamaron también los dos ancianos contra ella.

25καὶ δραμὼν ὁ εἶς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου.Y corriendo uno de ellos, abrió las puertas del huerto.

26ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ.Y cuando los de la casa oyeron el grito en el huerto, entraron de golpe por la puerta lateral para ver qué le había pasado.

27ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοι οῦτος περὶ Σουσάννης.Y cuando los ancianos dijeron sus palabras, los siervos se avergonzaron mucho, porque jamás se había dicho tal cosa de Susana.

28καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ἰωακείμ, ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσάννης τοῦ θανατῶσαι αὐτήν, καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦY sucedió que al día siguiente, cuando el pueblo se reunió en casa de su marido Joaquín, llegaron los dos ancianos llenos de su designio inicuo contra Susana, para darle muerte, y dijeron delante del pueblo:

29Ἀποστείλατε ἐπὶ Σουσάνναν θυγατέρα Χελκίου ἥ ἐστιν γυνὴ Ἰωακείμ. οἱ δὲ ἀπέστειλαν.«Enviad por Susana, hija de Jelcías, que es mujer de Joaquín». Y ellos enviaron.

30καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς.Y vino ella, y sus padres y sus hijos y todos sus parientes.

31ἡ δὲ Σουσάννα ἦν τρυφερὰ σφόδρα καὶ καλὴ τῷ εἴδειY Susana era muy delicada y hermosa de figura.

32οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς.Y los inicuos mandaron que la descubrieran —porque estaba cubierta con el velo—, para saciarse de su hermosura.

33ἔκλαιον δὲ οἱ παρʼ αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν.Y lloraban los suyos y todos los que la veían.

34ἀναστάντες δὲ οἱ δύο πρεσβῦται ἐν μέσῳ τῷ λαῷ ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλῆν αὐτῆς·Y levantándose los dos ancianos en medio del pueblo, pusieron sus manos sobre su cabeza.

3535 ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ Κυρίῳ.Y ella, llorando, levantó los ojos al cielo, porque su corazón confiaba en el Señor.

36εἶπαν δὲ οἱ πρεσβῦται Περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν, καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας.Y dijeron los ancianos: «Paseando nosotros solos por el huerto, entró ésta con dos criadas, y cerró las puertas del huerto y despidió a las criadas.

37καὶ ἦλθεν πρὸς αὐτὴν νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετʼ αὐτῆς.Y vino a ella un joven, que estaba escondido, y se acostó con ella.

38ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπʼ αὐτούς·Y nosotros, que estábamos en un rincón del huerto, al ver la iniquidad corrimos hacia ellos;

39καὶ ἰδόντες συγγινομένους αὐτούς, ἐκείνου μέν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπέρ ἡμᾶς καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι,y viéndolos juntos, a él no pudimos sujetarlo, porque era más fuerte que nosotros y, abriendo las puertas, saltó fuera;

40ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν τίς ἦν ὁ νεανίσκος·pero echando mano de ésta, le preguntábamos quién era el joven,

41καὶ οὐκ ἠθέλησεν ἀναγγεῖλαι ἡμῖν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς, καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν.y no quiso decírnoslo. Esto testificamos». Y les creyó la asamblea, por ser ancianos del pueblo y jueces, y la condenaron a morir.

42ἀνεβόησεν δέ φωνῇ μεγάλῃ Σουσάννα καὶ εἶπεν Ὁ θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν,Y clamó Susana a gran voz y dijo: «Dios eterno, conocedor de lo escondido, el que sabe todas las cosas antes de que existan:

43σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν· καὶ ἰδοὺ ἀποθνήσκω, μὴ ποιήσασα μηδέν ὅν οὗτοι ἐπονηρεύσαντο κατʼ ἐμοῦ.tú sabes que testificaron mentira contra mí. Y he aquí que muero sin haber hecho nada de lo que éstos han maquinado contra mí».

44Καὶ εἰσήκουσεν Κύριος τῆς φωνῆς αὐτῆς.Y el Señor escuchó su voz.

45καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου ᾧ ὄνομα Δανιὴλ.Y mientras la llevaban a morir, despertó Dios el espíritu santo de un muchacho muy joven, de nombre Daniel.

46καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἀθῷος ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης.Y clamó a gran voz: «¡Inocente soy yo de la sangre de ésta!».

47ἐπέστρεψεν δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπαν Τίς ὁ λόγος οὗτος ὃν σὺ λελάληκας;Y todo el pueblo se volvió hacia él y dijeron: «¿Qué palabra es ésta que has dicho?».

48ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, οἱ υἱοὶ Ἰσραήλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφές ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ἰσραήλ;Y él, puesto en medio de ellos, dijo: «¿Tan necios sois, hijos de Israel? ¿Sin interrogar ni averiguar lo cierto habéis condenado a una hija de Israel?

49ἀναστρέψατε εἰς τὸ κριτήριον· ψευδῆ γὰρ οὖτοι κατεμαρτύρησαν αὐτῆς.Volved al tribunal, porque éstos han testificado mentira contra ella».

50καὶ ἀνέστρεψεν πᾶς ὁ λαὸς μετὰ σπουδῆς. καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι Δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν, ὅτι σοὶ δέδωκεν ὁ θεὸς τὸ πρεσβεῖον.Y todo el pueblo volvió a toda prisa. Y le dijeron los ancianos: «Ven, siéntate en medio de nosotros y decláranoslo, porque Dios te ha dado la dignidad de anciano».

51καὶ εἶπεν πρὸς αὐτοὺς Δανιὴλ Διαχωρίσατε αὐτοὺς ἀπʼ ἀλλήλων μακράν, καὶ ἀνακρινῶ αὐτούς.Y les dijo Daniel: «Apartadlos lejos el uno del otro, y yo los interrogaré».

52ὡς δὲ διεχωρίσθησαν εἰς ἀπὸ τοῦ ἑνός, ἐκάλεσεν τὸν ἕνα αὐτῶν καὶ εἶπεν πρὸς αὐτόν Πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου ἃς ἐποίεις τὸ πρότερον,Y cuando fueron apartados el uno del otro, llamó a uno de ellos y le dijo: «Envejecido en días malos: ahora te han alcanzado los pecados que hacías antes,

53κρίνων κρίσεις ἀδίκους, καὶ τοὺς μέν ἀθῴους κατακρίνων, ἀπολύων δέ τοὺς αἰτίους, λέγοντος τοῦ κυρίου Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.juzgando juicios injustos, condenando a los inocentes y soltando a los culpables, diciendo el Señor: Al inocente y al justo no matarás.

54νῦν οὗν ταύτην εἴπερ ἴδες, εἰπόν ῾ Υπὸ τί δένδρον ἴδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπ εν ῾ Υπὸ σχῖνον.Ahora pues, si de veras la viste, di: ¿debajo de qué árbol los viste juntos?». Y él dijo: «Debajo de un lentisco».

55εἶπεν δὲ Δανιὴλ Ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἥδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον.Y dijo Daniel: «Bien has mentido contra tu propia cabeza; porque ya el ángel de Dios, recibida de Dios la sentencia, te partirá por medio».

56καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον· καὶ εἶπεν αὐτῷ Σπέρμα Χανάαν καὶ οὐκ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέν σε, καὶ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου.Y apartándolo, mandó que acercaran al otro; y le dijo: «Simiente de Canaán y no de Judá: la hermosura te engañó y el deseo pervirtió tu corazón.

57οὕτως ἐποιεῖτε θυγατράσιν Ἰσραήλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν· ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν.Así hacíais con las hijas de Israel, y ellas, por miedo, se juntaban con vosotros; pero una hija de Judá no soportó vuestra iniquidad.

58νῦν οὗν λέγε μοι ῾ Υπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν ῾ Υπὸ πρῖνον.Ahora pues, dime: ¿debajo de qué árbol los sorprendiste juntos?». Y él dijo: «Debajo de una encina».

59εἶπ εν δὲ αὐτῷ Δανιὴλ ᾿Ορθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν· μένει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολεθρεύσῃ ὑμᾶς.Y le dijo Daniel: «Bien has mentido también tú contra tu propia cabeza; porque el ángel de Dios está esperando con la espada para aserrarte por medio, y así exterminaros».

60Καὶ ἀνεβόησεν πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ, καὶ εὐλόγησαν τῷ θεῷ τῷ σώζοντι τοὺς ἐλπίζοντας ἐπʼ αὐτόν.Y toda la asamblea clamó a gran voz, y bendijeron a Dios, que salva a los que esperan en él.

61καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας, ὅτι συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομάρτυρας ὄντας, καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον,Y se levantaron contra los dos ancianos, porque Daniel los había convencido, por su propia boca, de ser testigos falsos; e hicieron con ellos como ellos habían maquinado contra su prójimo,

62ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ, καὶ ἀπέκτειναν οὐτούς· καὶ ἐσώθη αἶμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.obrando conforme a la ley de Moisés, y los mataron. Y fue salvada sangre inocente en aquel día.

63Χελκίας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ἤνεσαν περὶ τῆς θυγατρὸς αὐτῶν μετὰ Ἰωακεὶμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συνγενῶν πάντων, ὅτι οὐχ εἰρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα.Y Jelcías y su mujer alabaron a Dios por su hija, junto con Joaquín su marido y todos los parientes, porque no se halló en ella cosa indecorosa.

64Καὶ Δανιὴλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα.Y Daniel llegó a ser grande delante del pueblo desde aquel día en adelante.

Abrir Susana (Teodoción) 1 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario