Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Zacarías 12 en hebreo y español.
1Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραήλ. Λέγει Κύριος, ἐκτείνων οὐρανόν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ
2Ἰδοὺ ἐγὼ τίθημι τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ἰερουσαλήμ.
3καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἰερουσαλὴμ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσεται ἐπʼ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.
4ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει, ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει.
5καὶ ἐροῦσιυ οἱ χιλίαρχοι Ἰούδα ἐν ταῖς καρδίαις αὐτῶν Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ἰερουσαλὴμ ἐν Κυρίῳ Παντοκράτορι θεῷ αὐτῶν.
6ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις, καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν, καὶ κατοικήσει Ἰερουσαλὴμ ἔτι καθʼ ἑαυτὴν ἐν Ἰερουσαλήμ.
7καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπʼ ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυεὶδ καὶ ἐπάρσεις τῶν κατοικούντων Ἰερουσαλὴμ ἐπὶ τὸν Ἰούδαν.
8καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ Κύριος ὑπέρ τῶν κατοικούντων Ἰερουσαλήμ· καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς Δαυείδ, ὁ δὲ οἶκος Δαυεὶδ ὡς οἶκος θεοῦ, ὡς ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν.
9καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐρχόμενα ἐπὶ Ἰερουσαλήμ,
10καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυεὶδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ πνεῖμα χάριτος καὶ οἰκτιρμοῦ· καὶ ἐπιβλέψονται πρὸς μέ ἀνθʼ ὧν καταορχήσαντο, καὶ κόψονται ἐπʼ αὐτὸν κοπετὸν ὡς ἐπʼ ἀγαπητῷ, καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ τῷ πρωτοτόκῳ.
11ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ἰερουσαλὴμ ὡς κοπετὸς ὸοῶνος ἐν πεδίῳ ἐκκοπτομένου, ¹¹καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς· φυλὴ οἵκου Δαυεὶδ καθʼ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς· φυλὴ οἵκου Νάθαν καθʼ θαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς·
13φυλὴ οὑου Λευεὶ καθʼ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθʼ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ θαυτάς.
14πᾶσαι αἱ ὑπολελιμμέναι φυλαί, φυλὴ καθʼ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθʼ ἑαυτάς.
Abrir Zacarías 12 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario