Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Zacarías 9 en hebreo y español.
1Λῆμμα λόγου Κυρίου ἐν γῇ Σεδράχ, καὶ Δαμασκοῦ θυσία αὐτοῦ, διότι Κύριος ἐφορᾷ ἀνθρώπους καὶ πάσας φυλὰς τοῦ Ἰσραήλ,
2καὶ ἐν Ἐμὰθ ἐν τοῖς ὁρίοις αὐτῆς· Τύρος καὶ Σειδών, διότι ἐφρόνησαν σφόδρα·
3καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα αὐτῇ, καὶ ἐθησαύρισεν ἀργύριον ὡς χοῦν, καὶ χρυσίον ὡς πηλὸν ὁδῶν.
4καὶ διὰ τοῦτο Κύριος κληρονομήσει αὐτούς, καὶ πατάξει εἰς θάλασσαν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται.
5ὄψεται Ἀσκάλων καὶ φοβηθήσεται, καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα, καὶ Ἀκκάρων, ὅτι ᾐσχύνθη ἐπὶ τῷ παραπτώματι αὐτῆς· καὶ ἀπολεῖται βασιλεὺς ἐκ Γάζης, καὶ Ἀσκάλων οὐ μὴ κατοικηθῇ.
6καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ. καὶ καθελῶ ὕβριν ἀλλοφύλων,
7καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν, καὶ τὰ βδελύγματα ουτῶν ἐκ μέσου ὀδόντων αὐτῶν· καὶ ὑπολειφθήσονται καὶ οὗτοι τῷ θεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ἰούδᾳ, καὶ Ἀκκαὼων ὡς ὁ Ἰεβουσαῖος·
8καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα τοῦ μὴ διαπορεύεσθαι μηδέ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐπʼ αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῖς μου.
9Χαῖρε σφόδρα, θύγατερ Σειών· κήρυσσε, θύγατερ Ἰερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πρᾳὺς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.
10καὶ ἐξολεθρεύσει ἄρματα ἐξ Ἐφράιμ καὶ ἵππον ἐξ Ἰερουσαλήμ, καὶ ἐξολεθρεύσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν· καὶ κατάρξει τὶ ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς.
11καὶ σὺ ἐν αἵματι διαθήκης σου ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.
12καθήσεσθε ἐν ὀχυρώμασιν δέσμιοι τῆς συναγωγῆς, καὶ ἀυτὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι·
13διότι ἐνέτεινά σε, Ἰούδα, ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφράιμ, καὶ ἐξεγερῶ τὰ τέκνα σου Σειὼν ἐπὶ τὰ τέκνα τῶν Ἐλλήνων, καὶ ψηλαφήσω σε ὡς όομφαίαν μαχητοῦ·
14καὶ Κύριος ἔσται ἐπʼ αὐτούς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ Κύριος ΙΙαντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ.
15Κύριος Ιαντοκράτωρ ὑπερασπιεῖ αὐτούς· καὶ καταναλώσουσιν αὐτούς, καὶ καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης, καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον, καὶ πλήσουσιν τὰς φιάλας ὁὡς θυσιαστήριον.
16καὶ σώσει αὐτοὺς Κύριος ὁ θεὸς αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὐτοῦ, διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ.
17ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ, καὶ εἴ τι καλὸν αὐτοῦ, σῖτος νεανίσκοις, καὶ οἶνος εὐωδιάζων εἰς παρθένους.
Abrir Zacarías 9 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario