Padres Apostólicos · texto en griego y traducción al español · traducción hecha directamente del griego para esta edición
1Ἄκουε νῦν, φησί, τὴν ἐνέργειαν τῆς ὀξυχολίας, πῶς πονηρά ἐστι, καὶ πῶς τοὺς δούλους μοῦ καταστρέφει τῇ ἑαυτῆς ἐνεργείᾳ καὶ πῶς ἀποπλανᾷ αὐτοὺς ἀπὸ τῆς δικαιοσύνης. οὐκ ἀποπλανᾷ δὲ τοὺς πλήρεις ὄντας ἐν τῇ πίστει οὐδὲ ἐνεργῆσαι δύναται εἰς αὐτούς, ὅτι ἡ δύναμις μου μετ’ αὐτῶν ἐστιν: ἀποπλανᾷ δὲ τοὺς ἀποκένους καὶ διψύχους ὄντας.Oye ahora, dice, la operación de la ira, cuán mala es, y cómo trastorna a mis siervos con su operación, y cómo los desvía de la justicia. Pero no desvía a los que están llenos en la fe, ni puede obrar en ellos, porque mi poder está con ellos; mas desvía a los vacíos y a los de doble ánimo.
2ὅταν δὲ ἴδῃ τοὺς τοιούτους ἀνθρώπους εὐσταθοῦντας, παρεμβάλλει ἑαυτὴν εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου ἐκείνου, καὶ ἐκ τοῦ μηδενὸς ὁ ἀνὴρ ἢ ἡ γυνὴ ἐν πικρίᾳ γίνεται ἕνεκεν βιωτικῶν πραγμάτων ἢ περὶ ἐδεσμάτων ἢ μικρολογίας τινὸς ἢ περὶ φίλου τινὸς ἢ περὶ δόσεως ἢ λήψεως ἢ περὶ τοιούτων μωρῶν πραγμάτων: ταῦτα γὰρ πάντα μωρά ἐστι καὶ κενὰ καὶ ἄφρονα καὶ ἀσύμφορα τοῖς δούλοις τοῦ θεοῦ.Y cuando ve a tales hombres en sosiego, se introduce en el corazón de aquel hombre, y por nada el varón o la mujer se llena de amargura, a causa de negocios de la vida, o por comidas, o por alguna menudencia, o por algún amigo, o por dar o recibir, o por otras cosas necias semejantes; porque todas estas cosas son necias y vanas e insensatas y sin provecho para los siervos de Dios.
3ἡ δὲ μακροθυμία μεγάλη ἐστὶ καὶ ἰσχυρὰ καὶ δύναμιν ἔχουσα καὶ στιβαρὰν καὶ εὐθηνουμένην ἐν πλατυσμῷ μεγάλῳ, ἱλαρά, ἀγαλλιωμένη, ἀμέριμνος οὖσα, δοξάζουσα τὸν κύριον ἐν παντὶ καιρῷ, μηδὲν ἐν ἑαυτῇ ἔχουσα πικρόν, παραμένουσα διὰ παντὸς πραεῖα καὶ ἡσύχιος: αὕτη οὖν ἡ μακροθυμία κατοικεῖ μετὰ τῶν τὴν πίστιν ἐχόντων ὁλόκληρον.Mas la paciencia es grande y fuerte, y tiene poder robusto, y prospera en gran anchura; es alegre, se regocija, está libre de cuidados, glorifica al Señor en todo tiempo, no tiene en sí nada amargo, y permanece siempre mansa y sosegada. Esta paciencia, pues, mora con los que tienen la fe entera.
4ἡ δὲ ὀξυχολία πρῶτον μὲν μωρά ἐστιν, ἐλαφρά τε καὶ ἄφρων. εἶτα ἐκ τῆς ἀφροσύνης γίνεται πικρία, ἐκ δὲ τῆς πικρίας θυμός, ἐκ δὲ τοῦ θυμοῦ ὀργή, ἐκ δὲ τῆς ὀργῆς μῆνις: εἶτα ἡ μῆνις αὕτη ἐκ τοσούτων κακῶν συνισταμένη γίνεται ἁμαρτία μεγάλη καὶ ἀνίατος.Mas la ira es primeramente necia, liviana e insensata. Después, de la insensatez nace la amargura, de la amargura el enojo, del enojo la ira, y de la ira el rencor; después, este rencor, compuesto de tantos males, se hace pecado grande e incurable.
5ὅταν γὰρ ταῦτα τὰ πνεύματα ἐν ἑνὶ ἀγγείῳ κατοικῇ, οὗ καὶ τὸ πνεῦμα τὸ ἅγιον κατοικεῖ, οὐ χωρεῖ τὸ ἄγγος ἐκεῖνο, ἀλλ’ ὑπερπλεονάζει.Porque cuando estos espíritus moran en un mismo vaso donde también mora el Espíritu Santo, no cabe aquel vaso, sino que rebosa.
6τὸ τρυφερὸν οὖν πνεῦμα, μὴ ἔχον συνήθειαν μετὰ πονηροῦ πνεύματος κατοικεῖν μηδὲ μετὰ σκληρότητος, ἀποχωρεῖ ἀπὸ τοῦ ἀνθρώπου τοῦ τοιούτου καὶ ζητεῖ κατοικεῖν μετὰ πραότητος καὶ ἡσυχίας.El espíritu delicado, pues, no teniendo costumbre de morar con espíritu malo ni con dureza, se aparta de tal hombre y busca morar con mansedumbre y sosiego.
7εἶτα ὅταν ἀποστῇ ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου, οὗ κατοικεῖ, γίνεται ὁ ἄνθρωπος ἐκεῖνος κενὸς ἀπὸ τοῦ πνεύματος τοῦ δικαίου, καὶ τὸ λοιπὸν πεπληρωμένος τοῖς πνεύμασι τοῖς πονηροῖς ἀκαταστατεῖ ἐν πάσῃ πράξει αὐτοῦ, περισπώμενος ὧδε κἀκεῖσε ἀπὸ τῶν πνευμάτων τῶν πονηρῶν, καὶ ὅλως ἀποτυφλοῦται ἀπὸ τῆς διανοίας τῆς ἀγαθῆς. οὕτως οὖν συμβαίνει πᾶσι τοῖς ὀξυχόλοις.Después, cuando se aparta de aquel hombre en quien mora, aquel hombre queda vacío del espíritu justo, y en adelante, lleno de los espíritus malos, anda inquieto en toda su conducta, arrastrado de acá para allá por los espíritus malos, y queda del todo ciego para el buen pensamiento. Así, pues, les acontece a todos los iracundos.
8ἀπέχου οὖν ἀπὸ τῆς ὀξυχολίας, τοῦ πονηροτάτου πνεύματος: ἔνδυσαι δὲ τὴν μακροθυμίαν καὶ ἀντίστα τῇ ὀξυχολίᾳ καὶ τῇ πικρίᾳ, καὶ ἔσῃ εὑρισκόμενος μετὰ τῆς σεμνότητος τῆς ἠγαπημένης ὑπὸ τοῦ κυρίου. βλέπε οὖν μήποτε παρενθυμηθῇς τὴν ἐντολὴν ταύτην: ἐὰν γὰρ ταύτης τῆς ἐντολῆς κυριεύσῃς, καὶ τὰς λοιπὰς ἐντολὰς δυνήσῃ φυλάξαι, ἅς σοι μέλλω ἐντέλλεσθαι. ἰσχυροῦ ἐν αὐταῖς καὶ ἐνδυναμοῦ, καὶ πάντες ἐνδυναμούσθωσαν, ὅσοι ἐὰν θέλωσιν ἐν αὐταῖς πορεύεσθαι.Apártate, pues, de la ira, el espíritu malísimo; y vístete de la paciencia, y resiste a la ira y a la amargura, y te hallarás con la gravedad amada del Señor. Mira, pues, no descuides jamás este mandamiento; porque si te enseñoreas de este mandamiento, podrás guardar también los demás mandamientos que he de mandarte. Sé fuerte en ellos y fortalécete, y fortalézcanse todos cuantos quieran andar en ellos.
Abrir Pastor de Hermas 34 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario