Septuaginta · texto en griego y traducción al español · traducción hecha directamente del griego para esta edición
1Καὶ ἀναστὰς Ἔσρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον Ἰωνᾶ τοῦ Νασείβου,Y levantándose Esdras del atrio del templo, fue a la cámara de Jonatán hijo de Nasibo,
2καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν, πενθῶν ὑπὲρ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους.y pasando allí la noche, no probó pan ni bebió agua, haciendo duelo por las grandes iniquidades de la multitud.
3καὶ ἐγένετο κήρυγμα ἐν ὁλῃ τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας, συναχθῆναι εἰς Ἰερουσαλήμ·Y se hizo un pregón en toda Judea y en Jerusalén, para que todos los que habían vuelto del cautiverio se reuniesen en Jerusalén;
4καἰ ὅσοι ἅν μὴ ἀπαντἠσουσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων, ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν, καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας.y que a cuantos no acudiesen en dos o tres días, conforme al juicio de los ancianos que presidían, se les confiscasen sus ganados y quedasen ellos excluidos de la asamblea de los que habían vuelto del cautiverio.
5Καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμεὶν ἐν τρισὶν ἡμέραις εἰς Ἰερουσαλήμ· οὗτος ὁ μὴν ἔνατος τῇ εἰκάδι τοῦ μηνός.Y se reunieron en Jerusalén, en tres días, los de la tribu de Judá y de Benjamín: era el mes noveno, el día veinte del mes.
6καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῇ εὐρυχώρῳ τοῦ ἱεροῦ τρέμοντες τὸν ἐνεστῶτα χειμῶνα.Y se sentó toda la multitud en la plaza del templo, temblando por el mal tiempo que hacía.
7καὶ ἀναστὰς Ἐσρας εἶπεν αὐτοῖς Ὑμεῖς ἠνομήσατε καὶ συνοικήσατε γυναιξὶν ἀλλογενέσιν, προσθεῖναι ἁμαρτίαν τῷ Ἰσραήλ.Y levantándose Esdras, les dijo: «Vosotros habéis obrado inicuamente y habéis tomado mujeres extranjeras, añadiendo pecado a Israel.
8καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ κυρίῳ θεῷ τῶν πατέρων ἡμῶν,Y ahora, dad gloria confesándoos al Señor Dios de nuestros padres,
9καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς καὶ ἀπὸ τῶν ἀλλογενῶν.y haced su voluntad, y separaos de las naciones de la tierra y de las mujeres extranjeras».
10καὶ ἐφώνησαν πᾶν τὸ πλῆθος καὶ εἶπον μεγάλῃ τῇ φωνῇ Οὕτως ὡς εἴρηκας ποιήσομεν.Y toda la multitud clamó y dijo a gran voz: «Así lo haremos, como has dicho.
11ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ὥρα χειμερινή, καὶ οὐκ ἰσχύσομεν στῆναι αἴθριοι καὶ οὐχ εὕρομεν· καὶ τὸ ἔργον ἡμῖν οὐκ ἔστιν ἡμέρας μιᾶς οὐδὲ δύο, ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις.Pero la multitud es grande y es tiempo de invierno, y no podemos estar a la intemperie; y no es cosa de un día ni de dos, porque hemos pecado mucho en esto.
12στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσιν γυναῖκας ἀλλογενεῖς (13)παραγενηθήτωσαν λαβόντες χρόνον·Quédense los jefes de la multitud, y vayan viniendo, cuando les toque, todos los de nuestras poblaciones que tengan mujeres extranjeras,
13ἑκάστου τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτάς, ἕως τοῦ λῦσαι τὴν ὀργὴν Κυρίου ἀφʼ ἡμῶν τοῦ πράγματος τούτου.con los ancianos y los jueces de cada lugar, hasta que se aparte de nosotros la ira del Señor por este asunto».
14Ἰνάθας Ἀζαήλου καὶ Ἑζείας Θοκάνου ἐπεδέξαντο κατὰ ταῦτα, καὶ Μοσόλλαμος καὶ Λευεὶς καὶ Σαββαταῖος συνεβράβευσαν αὐτοῖς.Jonatán hijo de Azael y Ezequías hijo de Tocano se encargaron de esto, y Mosolamo y Leví y Sabateo cooperaron con ellos.
15καὶ ἐποί ησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας.Y los que habían vuelto del cautiverio hicieron conforme a todo esto.
16Καὶ ἐπελέξατο αὐτῷ Ἐσρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν πάντας κατʼ ὄνομα, καὶ συνεκλείσθησαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα.Y Esdras el sacerdote se escogió hombres, jefes de sus familias, todos por su nombre; y se reunieron a puerta cerrada en la luna nueva del mes décimo para examinar el asunto.
17καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυναχθέντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός.Y se llevó a término lo referente a los hombres que tenían mujeres extranjeras, hasta la luna nueva del mes primero.
18καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντεςY de los sacerdotes se halló que tenían mujeres extranjeras los siguientes:
19ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ἰωσεδὲκ καὶ τῶν ἀδελφῶν αὐτοῦ Μαεήλας καὶ Ἐλεάζαρος καὶ Ἰώριβος καὶ Ἰώδανος·de los hijos de Jesús hijo de Josedec y de sus hermanos: Maasías y Eleazar y Jorib y Jodán;
20καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν, καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπέρ τῆς ἀγνοίας αὐτῶν·y se comprometieron a echar a sus mujeres, y a ofrecer carneros en expiación por su falta;
21καὶ ἐκ τῶν υἱῶν Ἐμήρ, Ἁνανίας καὶ Ζαβδαῖος καὶ Μάνης καὶ Θαμαῖος καὶ Ἰερεὴλ καὶ Ἀζαρίας·y de los hijos de Emer: Ananías y Zabdeo y Manes y Sameo y Jereel y Azarías;
22καὶ ἐκ τῶν υἱῶν Φαισούρ, Ἐλιωναίς, Ἀσσείας, Ἰσμάηλος καὶ Ναθαναῆλος καὶ Ὠκαίληδος καὶ Σάλθας·y de los hijos de Fasur: Elioneo, Masías, Ismael y Natanael y Ocáiledo y Saltas;
23καὶ ἐκ τῶν Λευειτῶν, Ἰώζαβδος καὶ Σενσεὶς καὶ Κῶνος, οὗτος Καλειταίς, καὶ Παθαῖος· καὶ Ὠούδας καὶ Ἰωανᾶς,y de los levitas: Jozabdo y Semeí y Colio —éste es Calitas— y Pateo, y Judas y Jonás;
24ἐκ τῶν ἱεροψαλτῶν Ἐλιάσεβος, Βάκχουρος,de los cantores sagrados: Eliasib y Bacuro;
25ἐκ τῶν θυρωρῶν Σάλλουμος καὶ Τολβάνης·de los porteros: Salumo y Tolbanes;
26ἐκ τοῦ Ἰσραὴλ ἐκ τῶν υἱῶν Φορός, Ἰερμὰ καὶ Ἰεζείας καὶ Μελχείας καὶ Μίληλος καὶ Ἐλεάζαρος καὶ Ἁσεβείας καὶ Βανναίας·de Israel: de los hijos de Foros: Jerma y Jezías y Melquías y Miamino y Eleazar y Asebías y Bannas;
27ἐκ τῶν υἱῶν Ἠλά, καὶ Ματὰν καὶ Ζαχαρίας. Ἰεζόρικλος καὶ Ὠαβδεῖος καὶ Ἰερεμὼθ καὶ Ἀηδείας·de los hijos de Ela: Matán y Zacarías, Jezriel y Oabdio y Jeremot y Aedías;
28καὶ ἐκ τῶν υἱῶν Ζαμόθ, Ἐλιαδᾶς, Ἐλειάσειμος, Ὀθονίας, Ἰαρειμὼθ καὶ Σάβαθος καὶ Ζεραλίας·y de los hijos de Zamot: Eliadas, Eliasimo, Otonías, Jarimot y Sabato y Zeralías;
29καὶ ἐκ τῶν υἱῶν Βηβαί, Ἰωάννης καὶ Ἀνανίας καὶ Ζάβδος καὶ Ἐμαθθίς·y de los hijos de Bebai: Juan y Ananías y Zabdo y Ematís;
30καὶ ἐκ τῶν υἱῶν Μανί, Ὤλαμος, Μάμουχος Ἰεδαῖος, Ἰάσουβος καὶ Ἀσάηλος καὶ Ἰερεμώθ·y de los hijos de Maní: Olamo, Mamuco, Jedeo, Jasubo y Asael y Jeremot;
31καὶ ἐκ τῶν υἱῶν Ἀδδείν, Λάθος καὶ Μοοσσείας, Λακκοῦνος καὶ Ναῖδος, καὶ Βεσκασπασμὺς καὶ Σεσθὴλ καὶ Βαλνοῦς καὶ Μανασσήας·y de los hijos de Adín: Lato y Mosías, Lacuno y Naído, y Bescaspasmo y Sestel y Balnúo y Manasías;
32καὶ ἐκ τῶν υἱῶν Ἁννάν, Ἐλιωδᾶς καὶ Ἀσαίας καὶ Μελχείας καὶ Σαββαίας καὶ Σίμων Χοσάμαος·y de los hijos de Anán: Eliodas y Asaías y Melquías y Sabeas y Simón Cosameo;
33καὶ ἐκ τῶν υἱῶν Ἁσόμ, Μαλτανναῖος καὶ Ματταθίας καὶ Σαβανναιοῦς καὶ Ἐλειφαλὰτ καὶ Μανασσὴ καὶ Σεμεεί·y de los hijos de Asom: Maltaneo y Matatías y Sabaneo y Elifalat y Manasés y Semeí;
34καὶ ἐκ τῶν υἱῶν Βαανεί, Ἰερεμίας, Μομδεῖος, Μάηρος, Ἰουνά, Μαμδαὶ καὶ Πεδίας καὶ Ἀνως, Καραβασειὼν καὶ Ἐνάσειβος καὶ Μαμτάναιμος, Ἐλιασείς, Βαννούς, Ἐδιαλείς, Σομεείς, Σελεμίας, Ναθανίας· καὶ ἐκ τῶν υἱῶν Ἐζωρά, Σεσεἰς, Ἐζρεἰλ, Ἀζάηλος, Σάματος. Ζαμβρεί, Φόσηπος·y de los hijos de Baní: Jeremías, Momdeo, Maero, Juna, Mamdai y Pedías y Anos, Carabasión y Enasibo y Mamtaneo, Eliasís, Bannús, Edialís, Someís, Selemías, Natanías; y de los hijos de Ezorá: Sesís, Ezril, Azael, Samato, Zambrí, Josefo;
35ἐκ τῶν Ὀομά, Ζειτίας, Ζαβαδαίας, Ἠδός, Οὐήλ, Βαναίας.de los hijos de Noomá: Zitías, Zabadeas, Edos, Uel, Banaías.
36πάντες οὗτοι συνῷκησαν γυναιξὶν ἀλλογενέσιν, καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις.Todos éstos habían tomado mujeres extranjeras, y las despidieron con sus hijos.
37Καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ ἐκ τοῦ Ἰσραὴλ ἐν Ἰερουσαλὴμ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ ἑβδόμου μηνός, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν ταῖς κατοικίαις αὐτῶν.Y los sacerdotes y los levitas y los de Israel se establecieron en Jerusalén y en la región, en la luna nueva del mes séptimo; y los hijos de Israel, en sus poblaciones.
38Καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς ἱεροῦ πυλῶνος,Y se reunió toda la multitud a una en la plaza de la puerta oriental del templo,
39καὶ εἶπεν Ἐσρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ κομίσαι τὸν νόμον Μωσέως τὸν παραδοθέντα ὑπὸ τοῦ θεοῦ Ἰσραήλ.y dijeron a Esdras, el sacerdote y lector, que trajese la ley de Moisés, la entregada por el Dios de Israel.
40καὶ ἐκόμισεν Ἔσρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσιν τοῖς ἱερεῦσι, ἀκοῦσαι τὸν νόμον, νουμηνίᾳ τοῦ ἑβδόμου μηνός·Y Esdras el sumo sacerdote trajo la ley a toda la multitud, desde los hombres hasta las mujeres, y a todos los sacerdotes, para que oyeran la ley, en la luna nueva del mes séptimo;
41καὶ ἀνεγίνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρου ἀπὸ ὄρθρου ἕως μεσημβρινοῦ ἐνώπιον τῶν ἀνδρῶν καὶ γυναικῶν· καὶ ἐπέδωκαν πάντα τὸν νοῦν εἰς τὸν νόμον.y la leyó en la plaza que está delante de la puerta del templo, desde el amanecer hasta el mediodía, delante de los hombres y de las mujeres; y todos pusieron toda su atención en la ley.
42καὶ ἔστη Ἔσρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνοῦ νοῦ βήματος τοῦ κατασ κευασθέντος·Y se puso en pie Esdras, el sacerdote y lector de la ley, sobre el estrado de madera que se había preparado;
43καὶ ἔστησεν αὐτῷ Ματταθίας, Σαμμού, Ἀνανίας, Ἀζαρίας, Οὐρείας, Ἐζεκίας, Βαάλσαμος ἐκ δεξιῶν.y se pusieron junto a él, a la derecha, Matatías, Samo, Ananías, Azarías, Urías, Ezequías y Baalsamo;
44καὶ ἐξ εὐωνύμων Φαλαδαῖος, Μεισαήλ, Μελχείας, Λωθάσουβος, Ναβαρείας, Ζαχαρίας.y a la izquierda, Faladeo, Misael, Melquías, Lotasubo, Nabarías y Zacarías.
45καὶ ἀναλαβὼν Ἔσρας τὸ βιβλίον τοῦ πλήθους ἐνώπιον, προεκάθητο γὰρ ἐπιδόξως ἐνώπιον πάντων,Y tomando Esdras el libro delante de la multitud —porque estaba sentado en un sitio de honor a la vista de todos—,
46καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν· καὶ εὐλόγησεν Ἀζαρίας τῷ ὑψίστῳ θεῷ Παντοκράτορι,al abrir la ley se pusieron todos en pie; y bendijo Esdras al Señor Dios Altísimo, Todopoderoso;
47καὶ ἐφώνησεν πᾶν τὸ πλῆθος Ἀμήν, ἀμήν· καὶ ἄραντες ἄνω τὰς χεῖρας προσπεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν τῷ θεῷ.y toda la multitud respondió: «Amén, amén»; y alzando las manos en alto y postrándose en tierra, adoraron a Dios.
48Ἰησοῦς καὶ Ἀννιοὺθ καὶ Σαραβίας, Ἰάδεινος, Ἰαρσούβοος, Ἀβταῖος, Αὑταίας, Μαιάννας καὶ Καλείτας, Ἀζαρίας, Κατέθζαβδος, Ἅννιας, Φαλίας, οἱ Λευεῖται, (49)ἐδίδασκον τὸν νόμον Κυρίου, καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῖ κυρίου, ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν.Jesús y Anniut y Sarabías, Jadino, Jacubo, Sabateo, Auteas, Maiannas y Calitas, Azarías, Jozabdo, Ananías y Falías, los levitas, enseñaban la ley del Señor, y leían a la multitud la ley del Señor, dándole sentido al mismo tiempo que la leían.
49Καὶ εἶπεν Ἀτταρατὴ Ἔσρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευείταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάνταςY dijo Atarates a Esdras, el sumo sacerdote y lector, y a los levitas que enseñaban a la multitud, ante todos:
50Ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ κυρίῳ· καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τὸν νόμον·«Este día es santo para el Señor». Y todos lloraban al oír la ley.
51βαδίσαντες οὖν φάγετε λιπάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν.«Id, pues, y comed manjares sabrosos, y enviad porciones a los que no tienen;
52ἁγία γὰρ ἡ ἡμέρα τῷ κυρίη, καὶ μὴ λυπεῖσθε· ὁ γὰρ κύριος δοξάσει ὑμᾶς.porque el día es santo para el Señor, y no os entristezcáis, porque el Señor os dará gloria».
53καὶ οἱ Λευεῖται ἐκέλευον τῷ δήμῳ πάντα λέγοντες Ἡ ἡμέρα αὕτη ἁγία, μὴ λυπεῖσθε.Y los levitas iban dando órdenes a todo el pueblo diciendo: «Este día es santo; no os entristezcáis».
54καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι, καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσιν, καὶ εὐφρανθῆναι μεγάλως·Y se fueron todos a comer y a beber y a alegrarse, y a dar porciones a los que no tenían, y a alegrarse mucho;
55ὅτι καὶ ἐνεφυσιώθησαν ἐν τοῖς ῥήμασιν οἷς ἐδιδάχθησαν. καὶ ἐπισυνήχθησαν.porque habían quedado llenos de aliento con las palabras que se les habían enseñado. Y se reunieron.
Abrir 1 Esdras 9 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario