1 Macabeos 1

Septuaginta · texto en griego y traducción al español · traducción hecha directamente del griego para esta edición

1ΚΑΙ ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου τὸν Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ τῆς γῆς Χεττιείμ, καὶ ἐπάταξεν τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ πρότερον ἐπὶ τὴν Ἑλλάδα.Y sucedió que, después de que Alejandro de Macedonia, hijo de Filipo, que salió de la tierra de Quitim, derrotó a Darío, rey de los persas y de los medos, y reinó en su lugar, habiendo reinado antes sobre Grecia,

2καὶ συνεστήσατο πολέμους πολλούς, καὶ ἐκράτησεν ὀχυρωμάτων, καὶ ἔσφαξεν βασιλεῖς,emprendió muchas guerras y se apoderó de plazas fuertes y degolló a reyes,

3καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς. καὶ ἔλαβεν σκῦλα πλήθους ἐθνῶν· καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώθη, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ·y llegó hasta los confines de la tierra, y tomó los despojos de multitud de naciones; y la tierra quedó en silencio ante él, y se engrió y se le ensoberbeció el corazón.

4καὶ συνῆξεν δυνάμιν ἰσχυρὰν σφόδρα, καὶ ἦρξεν χωρῶν καὶ ἐθνῶν καὶ τυραννιῶν, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον.Y reunió un ejército muy poderoso, y dominó países y naciones y principados, y le pagaban tributo.

5καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην, καὶ ἔγνω ὅτι ἀποθνήσκει.Y después de esto cayó en cama y comprendió que se moría.

6καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συνεκτρόφους αὐτοῦ ἀπὸ νεότητος, καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι ζῶντος αὐτοῦ.Y llamó a sus servidores más ilustres, los que se habían criado con él desde joven, y les repartió su reino estando él todavía vivo.

7καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη δώδεκα, καὶ ἀπέθανεν.Y reinó Alejandro doce años, y murió.

8καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ·Y sus servidores se hicieron con el poder, cada uno en su territorio;

9καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτόν, καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλά· καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῆ.y todos se ciñeron la diadema después de su muerte, y sus hijos después de ellos durante muchos años; y multiplicaron los males en la tierra.

10Καὶ ἐξῆλθεν ἐξ αὐτῶν ῥίζα ἁμαρτωλὸς Ἀντίοχος Ἐπιφανής, υἱὸς Ἀντιόχου τοῦ βασιλέως, ὃς ἦν ὅμηρα ἐν τῆ Ῥώμῃ. καὶ ἐθασίλευσεν ἔτει ἑκατοστῷ καὶ ἑβδόμῳ καὶ τριακοστῷ βασιλείας Ἑλλήνων.Y salió de ellos una raíz pecadora, Antíoco Epífanes, hijo del rey Antíoco, que había estado como rehén en Roma; y empezó a reinar el año ciento treinta y siete del reino de los griegos.

11Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν ἐξ Ἰσραὴλ υἱὸς παράνομος, καὶ ἀνέπεισαν πολλοὺς λέγοντες Πορευθῶμεν καὶ διαθώμεθα διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν· ὅτι ἀφʼ ἧς ἐχωρίσθημεν ὑπʼ αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά.En aquellos días salió de Israel una casta de hijos sin ley, y convencieron a muchos diciendo: «Vamos a hacer una alianza con las naciones que nos rodean; porque desde que nos apartamos de ellas nos han sobrevenido muchos males».

12καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν·Y aquella propuesta les pareció bien;

13καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ, καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα· καὶ ἔδωκαν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν.y algunos del pueblo se ofrecieron con entusiasmo y fueron al rey; y él les dio permiso para adoptar las costumbres de las naciones.

14καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν Ἰεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν.Y construyeron un gimnasio en Jerusalén conforme a los usos de las naciones,

15καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίαν, καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας· καὶ ἐζευγίσθησαν τοῖς ἔθνεσιν, καὶ ἐπράθησαν ποιῆσαι πονῃρόν.y se rehicieron el prepucio y se apartaron de la alianza santa, y se unieron a las naciones, y se vendieron para hacer el mal.

16Καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐνώπιον Ἀντιόχου· καὶ ὑπέλαβεν βασιλεῦσαι γῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας.Y una vez asentado el reino ante Antíoco, éste se propuso reinar sobre la tierra de Egipto, para reinar sobre los dos reinos.

17καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ὄχλῳ βαρεῖ, ἐν ἅρμασιν καὶ ἐλέφανσιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν στόλῳ μεγάλῳ.Y entró en Egipto con un ejército numeroso, con carros y elefantes y jinetes y una gran flota;

18καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαῖον τὸν βασιλέα Αἰγύπτου· καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ καὶ ἔφυγεν, καὶ ἔπεσαν τραυματίαι πολλοί.y trabó batalla contra Tolomeo, rey de Egipto; y Tolomeo se replegó ante él y huyó, y cayeron muchos heridos.

19καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ· καὶ ἔλαβεν τὰ σκῦλα γῆς Αἰγύπτου.Y tomaron las plazas fuertes de la tierra de Egipto, y él se llevó los despojos de la tierra de Egipto.

20Καὶ ἐπέστρεψεν Ἀντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσερακοστῷ καὶ τρίτῳ ἔτει· καὶ ἀνέβη ἐπὶ Ἰσραὴλ καὶ Ἰεροσόλυμα ἐν ὄχλῳ βαρεῖY volvió Antíoco, después de haber derrotado a Egipto, el año ciento cuarenta y tres, y subió contra Israel y contra Jerusalén con un ejército numeroso;

21καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ, καὶ ἔλαβεν τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς,y entró con soberbia en el santuario, y se llevó el altar de oro, y el candelabro de la luz con todos sus utensilios,

22καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σπόνδια καὶ τὰς φιάλας καὶ τὰς θυίσκας τὰς χρυσᾶς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐλέπισεν πάντα·y la mesa de la proposición y las copas de las libaciones y las tazas y los incensarios de oro, y el velo y las coronas y el adorno de oro que había en la fachada del templo; y lo arrancó todo.

23καὶ ἔλαβεν τὸ ἀργύριον καὶ τὸ χρυσίον, καὶ τὰ σκεύη τὰ ἐπιθυμητά· καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἀποκρύφους οὓς εὗρεν.Y se llevó la plata y el oro y los objetos preciosos; y se llevó los tesoros escondidos que encontró.

24καὶ λαβὼν πάντα ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. καὶ ἐποίησαν φονοκτονίαν, καὶ ἐλάλησαν ὑπερηφανίαν μεγάλην.Y tomándolo todo, se marchó a su tierra. E hicieron una matanza, y hablaron con gran soberbia.

25καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ἰσραὴλ ἐν παντὶ τόπῳ αὐτῶν· ²⁸καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι, παρθένοι καὶ νεανίσκοι ἠσθένησαν, καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη.Y hubo un gran duelo en Israel por todos sus lugares; y gimieron los príncipes y los ancianos, las doncellas y los jóvenes desfallecieron, y la hermosura de las mujeres se mudó.

27πᾶς νυμφίος ἀνέλαβεν θρῆνον· καθημένη ἐν παστῷ ἐγένετο ἐν πένθει.Todo novio entonó un lamento; la que estaba sentada en la cámara nupcial quedó de luto.

28καὶ ἐσείσθη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν· καὶ πᾶς ὁ οἶκος Ἰακὼβ ἐνεδύσατο αἰσχύνην.Y tembló la tierra por sus habitantes, y toda la casa de Jacob se vistió de vergüenza.

29Μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις Ἰούδα· καὶ ἦλθεν εἰς Ἰερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ.Dos años después envió el rey a un recaudador de tributos a las ciudades de Judá; y llegó a Jerusalén con un ejército numeroso.

30καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ, καὶ ἐπίστευσαν αὐτῷ, καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα, καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην, καὶ ἀπώλεσεν λαὸν πολὺν ἐξ Ἰσραήλ.Y les habló con palabras de paz, pero con engaño, y ellos le creyeron; y cayó de repente sobre la ciudad y la hirió con un gran golpe, e hizo perecer a mucha gente de Israel.

31καὶ ἔλαβεν τὰ σκῦλα τῆς πόλεως καὶ ἐνεπύρισεν αὐτὴν πυρί, καὶ καθεῖλεν τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη αὐτῆς κύκλῳ,Y tomó los despojos de la ciudad y le prendió fuego, y derribó sus casas y las murallas de alrededor,

32καὶ ᾐχμαλώτευσεν τὰς γυναῖκας καὶ τὰ τέκνα· καὶ τὰ κτήνη ἐκληρονόμησαν.y llevó cautivas a las mujeres y a los niños; y se apoderaron de los ganados.

33καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυεὶδ τείχει μεγάλῳ καὶ ὀχυρῷ, πύργοις ὀχυροῖς, καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν.Y fortificaron la ciudad de David con una muralla grande y sólida, con torres fuertes, y la convirtieron en su ciudadela.

34καὶ ἔθηκαν ἐκεῖ ἔθνος ἁμαρτωλόν, ἄνδρας παρανόμους· καὶ ἐνίσχυσαν ἐν αὐτῇ.Y pusieron allí una gente pecadora, hombres sin ley, y se hicieron fuertes en ella.

35καὶ παρέθεντο ὅπλα καὶ τροφήν, καὶ συναγαγόντες τὰ σκῦλα Ἰερουσαλὴμ ἀπέθεντο ἐκεῖ καὶ ἐγένετο εἰς μεγάλην παγίδα,Y almacenaron armas y víveres, y, reuniendo los despojos de Jerusalén, los depositaron allí; y aquello vino a ser una gran trampa,

36καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι, καὶ εἰς διάβολον πονηρὸν τῷ Ἰσραὴλ διὰ παντός.y una emboscada contra el santuario, y un adversario perverso para Israel de continuo.

37καὶ ἐξέχεαν αἷμα ἀθῷον κύκλῳ τοῦ ἁγιάσματος. καὶ ἐμόλυναν τὸ ἁγίασμα.Y derramaron sangre inocente alrededor del santuario, y mancharon el santuario.

38καὶ ἔφυγον οἱ κάτοικοι Ἰερουσαλὴμ δι᾿ αὐτούς, καὶ ἐγένετο κατοικία ἀλλοτρίων· καὶ ἐγένετο ἀλλοτρία τοῖς γενήμασιν αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλειπον αὐτήν.Y huyeron por su causa los habitantes de Jerusalén, y la ciudad se convirtió en morada de extraños; y fue extraña a los que en ella habían nacido, y sus propios hijos la abandonaron.

39τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος· αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος, τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμόν, τιμὴ αὐτῆς εἰς ἐξουθένωσιν,Su santuario quedó desolado como un desierto; sus fiestas se volvieron duelo, sus sábados, afrenta; su honor, desprecio.

40κατὰ τὴν δόξαν αὐτῆς ἐπληθύνθη ἀτιμασμὸς αὐτῆς, καὶ τὸ ὕψος αὐτῆς ἐστράφη εἰς πένθος.A la medida de su gloria se multiplicó su deshonra, y su grandeza se volvió duelo.

41Καὶ ἔγραψεν ὁ βασιλεὺς πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας εἰς λαὸν ἕνα,Y escribió el rey a todo su reino que todos fuesen un solo pueblo,

42καὶ ἐγκαταλείπειν ἕκαστον τὰ νόμιμα αὐτοῦ· καὶ ἐπεδέξαντο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον τοῦ βασιλέως.y que cada uno abandonase sus propias costumbres; y todas las naciones aceptaron lo que el rey mandaba.

43καὶ πολλοὶ ἀπὸ Ἰσραὴλ ηὐδόκησαν τῇ λατρίᾳ αὐτοῦ, καὶ ἔθυσαν τοῖς εἰδώλοις, καὶ ἐβεβήλωσαν τὸ σάββατον.Y muchos de Israel se avinieron a su culto, y sacrificaron a los ídolos y profanaron el sábado.

44καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, πορευθῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς,Y envió el rey cartas por mano de mensajeros a Jerusalén y a las ciudades de Judá, ordenando que siguiesen costumbres extrañas al país,

45καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ θυσίας καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος, καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτάς,y que se prohibiesen en el santuario los holocaustos y los sacrificios y las libaciones, y que se profanasen los sábados y las fiestas,

46καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους·y que se manchasen el santuario y los santos;

47οἰκοδομῆσαι βωμοὺς καὶ τεμένη καὶ εἴδωλα, καὶ θύειν ὕεια καὶ κτήνη κοινά,que se levantasen altares y recintos sagrados e ídolos, y que se sacrificasen cerdos y animales impuros,

48καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους, βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαθάρτῳ καὶ βεβηλῶσαι.y que se dejase a los hijos sin circuncidar, y que se contaminasen a sí mismos con toda clase de impureza y profanación,

49ὥστε ἐπιλαθέσθαι τοῦ νόμου, καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα.,de modo que olvidasen la ley y cambiasen todos sus preceptos.

50καὶ ὁς ἂν μὴ ποιήσῃ κατὰ τὸ ῤῆμα τοῦ βασιλέως ἀποθανεῖται.Y el que no obrase conforme a la palabra del rey, moriría.

51κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψεν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαόν· καὶ ἐνετείλατο ταῖς πόλεσιν Ἰούδα θυσιάζειν κατὰ πόλιν καὶ πόλιν.Conforme a todas estas palabras escribió a todo su reino, y nombró inspectores sobre todo el pueblo; y mandó a las ciudades de Judá que ofreciesen sacrificios, ciudad por ciudad.

52καὶ συνηθροίσθησαν ἀπὸ τοῦ λαοῦ πρὸς αὐτοὺς πολλοί, πᾶς ὁ ἐνκαταλείπων τὸν νόμον· καὶ ἐποίησαν κακὰ ἐν τῇ γῇ,Y se les juntaron muchos del pueblo, todo el que abandonaba la ley; e hicieron el mal en la tierra,

53καὶ ἔθεντο τὸν Ἰσραὴλ ἐν κρυφίοις ἐν παντὶ φυγαδευτηρίῳ αὐτῶν.y obligaron a Israel a esconderse en toda clase de refugios.

54Καὶ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελεὺ τῷ πέμπτῳ καὶ τεσσερακοστῷ ἔτει ᾠκοδόμησαν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐν πόλεσιν Ἰούδα κύκλῳ ᾠκοδόμησαν βωμούς,Y el día quince de Quisleu del año ciento cuarenta y cinco levantaron la abominación de la desolación sobre el altar; y en las ciudades de Judá, alrededor, levantaron altares,

55καὶ ἐπὶ τῶν θυρίδων τῶν οἰκιῶν καὶ ἐν ταῖς πλατείαις ἐθυμίων.y quemaban incienso a las puertas de las casas y en las plazas.

56καὶ τὰ βιβλία τοῦ νόμου ἃ εὗρον, ἐνεπύρισαν πυρὶ κατασχίσαντες.Y los libros de la ley que encontraban los rompían y los quemaban.

57καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης, καὶ εἴ τις συνευδόκει τῷ νόμῳ, τὸ σύγκριμα τοῦ βασιλέως ἐθανάτου αὐτόν.Y a aquel en cuyo poder se hallaba un libro de la alianza, y al que se mostraba conforme con la ley, la sentencia del rey lo condenaba a muerte.

58ἐν ἰσχύι αὐτῶν ἐποίουν οὕτω τῷ Ἰσραήλ, τοῖς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσιν.Con su poder obraban así con Israel, con los que encontraban mes tras mes en las ciudades.

59καὶ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς θυσιάζοντες ἐπὶ τὸν βωμὸν ὃς ἦν ἐπὶ τοῦ θυσιαστηρίου.Y el día veinticinco del mes ofrecían sacrificios sobre el ara que estaba encima del altar.

60καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐθανάτωσαν κατὰ τὸ πρόσταγμα,Y a las mujeres que habían circuncidado a sus hijos las mataban conforme al decreto,

61καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἰκείους αὐτῶν, καὶ τοὺς περιτετμηκότας αὐτούς·y colgaban a las criaturas del cuello de sus madres; y también a sus familias y a los que los habían circuncidado.

62καὶ πολλοὶ ἐν Ἰσραὴλ ἐκρεμάσθησαν. καὶ ὀχυρὠθησαν ἐν αὑτοῖς τοῦ μὴ φαγεῖν κοινά·Y muchos en Israel se mantuvieron firmes y decidieron no comer nada impuro,

63καὶ ἐπεδέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσιν τοῖς βρώμασιν, καὶ μὴ βεβηλώσουσιν διαθήκην ἁγίαν· καὶ ἀπέθανον.y aceptaron morir antes que mancharse con aquellos alimentos y profanar la alianza santa; y murieron.

64καὶ ἐγένετο ἀργὴ μεγάλη ἐπὶ Ἰσραὴλ σφόδρα.Y cayó sobre Israel una ira muy grande.

Abrir 1 Macabeos 1 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario