1 Macabeos 5

Septuaginta · texto en griego y traducción al español · traducción hecha directamente del griego para esta edición

1Καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσθη σφόδρα.Y sucedió que, cuando las naciones de alrededor oyeron que el altar había sido reconstruido y el santuario dedicado de nuevo como antes, se enfurecieron mucho,

2καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ἰακὼβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν, καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν.y decidieron acabar con los del linaje de Jacob que vivían entre ellos, y empezaron a matar y a exterminar gente del pueblo.

3καὶ ἐπολέμει Ἰούδας πρὸς τοὺς υἱοὺς Ἠσαὺ ἐν τῇ Ἰοδαίᾳ τὴν Ἀκραβαττήνην, ὅτι περιεκάθηντο τὸν Ἰσραήλ· καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην, καὶ συνέστειλεν αὐτούς, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν.Y Judas peleó contra los hijos de Esaú en Idumea, en Acrabatene, porque tenían cercado a Israel; y les asestó un gran golpe y los sometió y tomó sus despojos.

4καὶ ἐμνήσθη τῆς κακίας υἱῶν Βαιάν, οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ εἰς σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς.Y se acordó de la maldad de los hijos de Baián, que eran para el pueblo un lazo y un tropiezo por sus emboscadas en los caminos.

5καὶ διεκλείσθησαν ὑπʼ αὐτοῦ εἰς τοὺς πύργους, καὶ παρέβαλεν ἐπʼ αὐτούς, καὶ ἀνεθεμάτισεν αὐτούς, καὶ ἐνεπύρισεν τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐνοῦσιν.Y quedaron encerrados por él en las torres, y acampó contra ellos, y los consagró al exterminio, y prendió fuego a sus torres con todos los que había dentro.

6καὶ διεπέρασεν. ἐπὶ τοὺς υἱοὺς Ἀμμών, καὶ εὗρεν χεῖρα κραταιὰν καὶ λαὸν πολύν, καὶ Τιμόθεον ἡγούμενον αὐτῶν.Y pasó contra los hijos de Amón, y halló una fuerza poderosa y mucha gente, y a Timoteo como su jefe.

7καὶ συνῆψεν πρὸς αὐτοὺς πολέμους πολλούς, καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς.Y trabó con ellos muchos combates, y quedaron destrozados delante de él, y los derrotó.

8καὶ προκατέλαβε τὴν Ἰάζην καὶ τὰς θυγατέρας αὐτῆς, καὶ ἀνέστρεψεν εἰς τὴν Ἰουδαίαν.Y tomó Jazer y sus aldeas, y se volvió a Judea.

9Καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ Γαλααδίτιδι ἐπὶ τὸν Ἰσραὴλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς· καὶ ἔφυγον εἰς Δάθεμα τὸ ὀχύρωμα.Y se juntaron las naciones de Galaad contra los israelitas que estaban en sus términos, para acabar con ellos; y ellos huyeron a la fortaleza de Datema,

10καὶ ἀπέστειλαν γράμματα πρὸς Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, λέγοντες Ἐπισυνηγμένα ἐστὶν ἐφʼ ἡμᾶς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς,y enviaron cartas a Judas y a sus hermanos, diciendo: «Se han reunido contra nosotros las naciones que nos rodean para acabar con nosotros,

11καὶ ἑτοιμάζοντες ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα εἰς ὃ κατεφύγομεν· καὶ Τιμόθεος ἡγεῖται τῆς παρεμβολῆς αὐτῶν.y se preparan para venir y tomar la fortaleza en la que nos hemos refugiado; y Timoteo manda su ejército.

12νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος.Ven, pues, ahora, y líbranos de sus manos, porque han caído muchos de los nuestros;

13καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς Τονβίου τεθανάτωνται, καὶ αἰχμαλωτίκασι τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν, καὶ ἀπώλεσαν ἐκεῖ ὡς μίαν χιλιάδα ἀνδρῶν.y todos nuestros hermanos que estaban en el territorio de Tobías han sido muertos, y han llevado cautivas a sus mujeres y a sus hijos y sus bienes, y han hecho perecer allí a unos mil hombres».

14Ἔτι αἱ ἐπιστολαὶ ἀνεγινώσκοντο, καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς Γαλιλαίας διερρηχότες τὰ ἱμάτια, ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα,Aún se estaban leyendo aquellas cartas, cuando llegaron otros mensajeros de Galilea con los vestidos rasgados, anunciando estas mismas cosas,

15λέγοντες Ἐπισυνήχθη ἐπʼ αὐτοὺς ἐκ Πτολεμαίδος καὶ Τύρου καὶ Σιδῶνος καὶ πᾶσα Γαλιλαίᾳ ἀλλοφύλων, τοῦ ἐξαναλῶσαι ἡμᾶς.diciendo: «Se han juntado contra ellos gentes de Tolemaida y de Tiro y de Sidón y de toda la Galilea de los extranjeros, para acabar con nosotros».

16Ὡς δὲ ἤκουσεν Ἰούδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους, ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύεσθαι τί ποιήσωσιν τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπʼ αὐτοῦ.Y cuando Judas y el pueblo oyeron estas palabras, se reunió una gran asamblea para deliberar sobre qué hacer por sus hermanos, que estaban en aflicción y atacados por aquéllos.

17καὶ εἶπεν Ἰούδας Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ Ἐπίλεξον σεαυτῷ ἄνδρας. καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου ἐν τῇ Γαλιλαία· ἐγὼ δὲ καὶ Ἰωναθὰν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν Γαλααδῖτιν.Y dijo Judas a Simón su hermano: «Escógete hombres y ve a librar a tus hermanos de Galilea; yo y Jonatán mi hermano iremos a Galaad».

18καὶ κατέλειπεν Ἰώσηφον τὸν τοῦ Ζαχαρίου καὶ Ἀζαρίαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ἰουδαίᾳ εἰς τήρησιν·Y dejó a José hijo de Zacarías y a Azarías como jefes del pueblo con el resto de las tropas en Judea, para guardarla;

19καὶ ἐνετείλατο αὐτοῖς λέγων ΙΙρόστητε τοῦ λαοῦ τούτου, καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς.y les mandó, diciendo: «Poneos al frente de este pueblo, y no traféis batalla contra las naciones hasta que volvamos».

20καὶ ἐμερίσθησαν Σίμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν Γαλιλαίαν, Ἰούδᾳ δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν Γαλααδῖτιν.Y se asignaron a Simón tres mil hombres para ir a Galilea, y a Judas ocho mil para Galaad.

21Καὶ ἐπορεύθη Σίμων εἰς τὴν Γαλιλαίαν, καὶ συνῆψεν πολέμους πολλοὺς πρὸς τὰ ἔθνη· καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ.Y Simón fue a Galilea y trabó muchos combates contra las naciones, y las naciones quedaron destrozadas delante de él;

22καὶ ἐδίωξεν αὐτοὺς ἕως τῶν πόλεων Πτολεμαίδος· καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν.y los persiguió hasta las puertas de Tolemaida; y cayeron de las naciones unos tres mil hombres, y tomó sus despojos.

23καὶ παρέλαβεν αὐτοὺς ἐκ τῆς Γαλιλαίας καὶ ἐν Ἀρβάκτοις σὺν ταῖς γυναιξὶν καὶ τοῖς τέκνοις, καὶ πάντα ὅσα ἦν αὐτοῖς, καὶ ἤγαγον εἰς τὴν Ἰουδαίαν μετʼ εὐφροσύνης μεγάλης.Y recogió a los judíos de Galilea y de Arbatas, con sus mujeres y sus hijos y todo cuanto tenían, y los llevó a Judea con gran alegría.

24Καὶ Ἰούδας ὁ Μακκαβαῖος καὶ Ἰωναθὰν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν Ἰορδάνην, καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ.Y Judas Macabeo y Jonatán su hermano pasaron el Jordán y caminaron tres días por el desierto;

25καὶ συνήντησαν τοῖς Ναβαταίοις, καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς, καὶ διηγήσαντο αὐτοῖς ἅπαντα τὰ συμβεβηκότα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ Γαλααδίτιδι·y se encontraron con los nabateos, que los recibieron en paz y les contaron todo lo que había pasado a sus hermanos en Galaad,

26καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσσορὰ καὶ Βοσσόρ, ἐν Ἀλάμοις, Κασφώρ, Μακέβ, καὶ Καρνέιν· πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι.y que muchos de ellos estaban encerrados en Bosorá y en Bosor, en Alemas, Casfor, Maqued y Carnain: todas ellas ciudades grandes y fortificadas;

27καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς Γαλααδίτιδος εἰσὶν συνειλημμένοι· εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα, καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ.y que también en las demás ciudades de Galaad había gente encerrada; y que para el día siguiente estaba dispuesto acampar contra las fortalezas y tomarlas y acabar con todos ellos en un solo día.

28καὶ ἀπέστρεψεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον εἰς Βοσὸρ ἄφνω· καὶ κατελάβετο τὴν πόλιν, καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας, καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν, καὶ ἐνέπρησεν αὐτὴν πυρίY Judas y su ejército torcieron de repente camino del desierto hacia Bosor; y tomó la ciudad y mató a todo varón a filo de espada, y tomó todos sus despojos y la prendió fuego.

29καὶ ἀπῆρεν ἐκεῖθεν νυκτός, καὶ ἐπορεύετο ἕως ἐπὶ τὸ ὀχύρωμα.Y partió de allí de noche, y caminaron hasta la fortaleza.

30καὶ ἐγένετο ἑωθινή, καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολὺς οὗ οὐκ ἦν ἀριθμός, αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα· καὶ ἐπολέμουν αὐτούς.Y al amanecer alzaron los ojos, y he aquí una muchedumbre sin número que llevaba escalas y máquinas para tomar la fortaleza; y estaban atacando a los de dentro.

31καὶ ἴδεν Ἰούδας ὅτι ἦρκται ὁ πόλεμος, καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ·Y vio Judas que la batalla había comenzado, y que el clamor de la ciudad subía hasta el cielo con trompetas y con gran griterío;

32καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως Πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν.y dijo a los hombres de su ejército: «Pelead hoy por vuestros hermanos».

33καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν· καὶ ἐσάλπισεν ταῖς σάλπιγξιν, καὶ ἐβόησαν ἐν προσευχῆ.Y salió por detrás de ellos en tres cuerpos; y tocaron las trompetas y clamaron en oración.

34καὶ ἐπέγνω ἡ παρεμβολὴ Τιμοθέου ὅτι ὁ Μακκαβαός ἐστιν, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς πληγῇ μεγάλῃ· καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας.Y el ejército de Timoteo se dio cuenta de que era el Macabeo, y huyeron delante de él; y les asestó un gran golpe, y cayeron de ellos aquel día unos ocho mil hombres.

35καὶ ἀπέκλινεν εἰς Μααφὰ καὶ ἐπολέμησεν αὐτήν, καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς, καὶ ἐνέπρησει αὐτὴν ἐν πυρί.Y se desvió hacia Masfá y la atacó y la tomó, y mató a todos sus varones y tomó sus despojos y la prendió fuego.

36ἐκεῖθεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασφώθ, Μακέδ, Βοσόρ, καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος.Y partió de allí y tomó Casfón, Maqued, Bosor y las demás ciudades de Galaad.

37δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν Τιμόθεος παρεμβολὴν ἄλλην, καὶ παρενέβαλεν κατὰ πρόσωπον Ῥαφὼν ἐκ πέραν τοῦ χειμάρρου.Y después de estas cosas Timoteo reunió otro ejército y acampó frente a Rafón, al otro lado del torrente.

38καὶ ἀπέστειλεν Ἰούδας κατασκοπῆσαι τὴν παρεμβολήν· καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες Ἐπισυνηγμένοι εἰσὶν πρὸς αὐτοὺς πάντα τὰ ἔθνη τὰ κύκλῳ ὑμῶν, δύναμις πολλὴ σφόδρα.Y Judas envió a reconocer el campamento, y le informaron diciendo: «Se les han juntado todas las naciones que nos rodean: un ejército muy numeroso;

39καὶ Ἄραβες μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς, καὶ παρεμβάλλουσιν πέραν τοῦ χειμάρρου, ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σέ εἰς πόλεμον. καὶ ἐπορεύθη Ἰούδας εἰς συνάντησιν αὐτῶν.y han contratado árabes para que los ayuden, y acampan al otro lado del torrente, dispuestos a venir contra ti a la batalla». Y Judas fue a su encuentro.

40καὶ εἶπεν Τιμόθεος τοῖς ἄρχουσιν τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν Ἰούδαν καὶ τὴν παρεμβυλὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος Ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος, οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν, ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς.Y dijo Timoteo a los jefes de su ejército, cuando Judas y su ejército se acercaban al torrente: «Si él pasa primero hacia nosotros, no podremos resistirlo, porque sin duda podrá con nosotros;

41ἐὰν δὲ δειλωθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ, διαπεράσομεν πρὸς αὐτόν.pero si se acobarda y acampa al otro lado del río, pasaremos nosotros contra él».

42ὡς δὲ ἤγγισεν Ἰούδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος, ἔστησεν τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου, καὶ ἐνετείλατο αὐτοῖς, λέγων Μὴ ἀφῆτε ἄνθρωπον παρεμβαλεῖν, ἀλλὰ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον.Y cuando Judas se acercó al torrente, apostó a los escribas del pueblo junto al torrente y les mandó, diciendo: «No dejéis acampar a nadie, sino que vengan todos a la batalla».

43καὶ διεπέρασεν πρὸς αὐτοὺς πρότερον, καὶ πᾶς ὁ λαὸς αὐτοῦ ἔμπροσθεν αὐτοῦ· καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἔριψαν πάντα τὰ ὅπλα αὐτῶν, καὶ ἔφυγον εἰς τὸ τέμενος ἐν Καρνάιν.Y pasó él primero contra ellos, y todo el pueblo detrás de él; y todas las naciones fueron destrozadas delante de él, y arrojaron sus armas y huyeron al templo de Carnain.

44καὶ προκατελάβοντο τὴν πόλιν, καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσιν τοῖς οὖσιν ἐν αὐτῷ· καὶ ἐτροπώθη ἡ Καρνάιν, καὶ οὐκ ἐδύνατο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ἰούδα.Y ellos tomaron la ciudad y prendieron fuego al templo con todos los que había dentro; y Carnain quedó derrotada, y ya no pudo resistir ante Judas.

45Καὶ συνήγαγεν Ἰούδας πάντα Ἰσραὴλ τοὺς ἐν τῇ Γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευὴν, παρεμβολὴν μεγάλην σφόδρα, ἐλθεῖν εἰς γῆν Ἰούδα.Y Judas reunió a todos los israelitas de Galaad, desde el más pequeño hasta el más grande, con sus mujeres y sus hijos y sus bienes: una caravana enorme, para ir a la tierra de Judá.

46καὶ ἦλθον ἕως Ἐφρών, καὶ αὕτη ἡ πόλις μεγάλη ἡ τῆς εἰσόδου, ἰσχυρὰ σφόδρα· οὐκ ἦν ἐκκλῖναι ἀπʼ αὐτῆς δεξιὰν ἢ ἀριστεράν, ἀλλ᾿ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι.Y llegaron hasta Efrón, que era una ciudad grande a la entrada del paso, muy fortificada; no había modo de desviarse ni a la derecha ni a la izquierda, sino que había que pasar por en medio de ella.

47καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως, καὶ ἐνέφραξαν τὰς πύλας λίθοις.Y los de la ciudad les cerraron el paso y taponaron las puertas con piedras.

48καὶ ἀπέστειλεν πρὸς αὐτοὺς Ἰούδας λόγοις εἰρηνικοῖς λέγων Διελεύσομαι εἰς τὴν γῆν σου, τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν· καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς, πλὴν τοῖς ποσὶν παρελευσόμεθα. καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ.Y Judas les mandó decir con palabras de paz: «Pasaré por tu tierra para ir a la nuestra, y nadie os hará daño; sólo pasaremos a pie». Pero no quisieron abrirle.

49καὶ ἐπέταξεν Ἰούδας κηρῦξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστιν τόπῳ.Y Judas mandó pregonar por el campamento que acampase cada uno en el sitio en que estaba.

50καὶ παρενέβαλον οἱ ἄνδρες τῆς πόλεως. καὶ ἐπολέμησαν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ παρεδόθη ἡ πόλις ἐν χερσὶν αὐτοῦ.Y acamparon los hombres, y atacaron la ciudad todo aquel día y toda la noche; y la ciudad fue entregada en sus manos.

51καὶ ἀπώλεσεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας, καὶ ἐξεφίζωσευ αὐτήν, καὶ ἔλαβεν τὰ σκῦλα τῆς πόλεως, καὶ διῆλθεν διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων.Y mató a todo varón a filo de espada, y la arrasó y tomó sus despojos, y atravesó la ciudad por encima de los muertos.

52καὶ διέβησαν τὸν Ἰορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρώσωπον Βαιθσάν.Y pasaron el Jordán hacia la gran llanura, frente a Betsán.

53καὶ ἦν Ἰούδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν, ἕως ἦλθεν εἰς γῆν Ἰούδα.Y Judas iba reuniendo a los rezagados y animando al pueblo por todo el camino, hasta que llegaron a la tierra de Judá.

54καὶ ἀνέβησαν εἰς τὸ ὄρος Σιὼν ἐν εὐφροσύνῃ καὶ χαρᾷ· καὶ προσήγαγον ὁλοκαυτώματα, ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ.Y subieron al monte Sión con alegría y gozo, y ofrecieron holocaustos, porque ninguno de ellos había caído hasta volver en paz.

55Καὶ ἐν ταῖς ἡμέραις αἷς ἦν Ἰούδας καὶ Ἰωναθὰν ἐν τῇ Γαλαάδ, καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ Γαλιλαίᾳ κατὰ πρόσωπον Πτολεμαίδος,Y en los días en que Judas y Jonatán estaban en Galaad, y Simón su hermano en Galilea frente a Tolemaida,

56ἤκουσεν Ἰωσὴφ ὁ τοῦ Ζαχαρία καὶ Ζαχαρίας ἄρχοντες τῶν δυνάμεων τῶν ἀνδραγαθέσεων καὶ τοῦ πολέμου οἶα ἐποίησαν·oyeron José hijo de Zacarías y Azarías, jefes de las tropas, las hazañas y los combates que aquéllos habían hecho,

57καὶ εἶπαν Ποιήσομεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα, καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν.y dijeron: «Hagámonos también nosotros un nombre, y vayamos a pelear contra las naciones que nos rodean».

58καὶ παρήγγειλαν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετʼ αὐτῶν, καὶ ἐπορεύθησαν ἐπὶ Ἰαμνίαν.Y dieron orden a los de la tropa que tenían consigo, y marcharon contra Jamnia.

59καὶ ἐξῆλθεν Γοργίας ἐκ τῆς πόλεως, καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον.Y salió Gorgias de la ciudad con sus hombres a su encuentro para la batalla;

60καὶ ἐτροπώθη Ἰώσηφος καὶ Ἀζαρίας. καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ἰουδαίας καὶ ἔπεσον ἐν τῇ ἡμἐρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ τοῦ Ἰσραὴλ εἰς δισχιλίους ἄνδρας·y José y Azarías fueron derrotados, y los persiguieron hasta los términos de Judea; y cayeron aquel día del pueblo de Israel unos dos mil hombres.

61καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ, ὅτι οὐκ ἤκουσαν Ἰούδου καὶ τῶν ἀδελφῶν αὐτοῦ, οἰόμενοι ἀνδραγαθῆσαι αὐτόν.Y hubo una gran derrota en el pueblo, porque no obedecieron a Judas y a sus hermanos, creyendo que harían alguna hazaña;

62αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων, οἷς ἐδόθη σωτηρία Ἰσραὴλ διὰ χειρὸς αὐτῶν.pero ellos no eran del linaje de aquellos hombres por cuya mano se dio la salvación a Israel.

63καὶ ὁ ἀνήρ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἐναντίον παντὸς Ἰσραὴλ καὶ τῶν ἐθνῶν πάντων, οὗ ἡκούετο τὸ ὄνομα αὐτῶν·Y Judas y sus hermanos fueron muy honrados delante de todo Israel y de todas las naciones donde se oía su nombre;

64καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες.y se les acercaban a aclamarlos.

65Καὶ ἐξῆλθεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἐπολέμουν τοὺς υἱοὺς Ἠσοὺ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ ἐπάταξεν τὴν Χεβρὼν καὶ τὰς θυγατέρας αὐτῆς· καὶ καθεῖλεν τὸ ὀχύρωμα αὐτῆς, καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόθεν.Y salió Judas con sus hermanos y pelearon contra los hijos de Esaú en la tierra del sur, y batió a Hebrón y a sus aldeas; y derribó su fortaleza y prendió fuego a sus torres alrededor.

66καὶ ἀπῆρεν τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων, καὶ διεπορεύετο τὴν Σαμαρίαν.Y partió para ir a tierra de extranjeros, y atravesaba Samaria.

67ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσαν ἱερεῖς πολέμῳ βουλομένου αὐτοῦ ἀνδραγαθῆσαι, ἐν τῷ αὐτὸν ἐξελθεῖν εἰς τὸν πόλεμον ἀβουλεύτως.Aquel día cayeron en la batalla unos sacerdotes que querían hacer alguna hazaña, saliendo a pelear sin consultar.

68καὶ ἐξέκλινεν Ἰούδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων, καὶ καθεῖλεν τοὺς βωμοὺς αὐτῶν, καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κοτέκαυσεν, καὶ ἐσκύλευσεν τὰ σκῦλα τῶν πόλεων, καὶ ἐπέστρεψεν εἰς τὴν Ἰουδαίαν.Y Judas se desvió hacia Azoto, en tierra de extranjeros, y derribó sus aras y quemó las imágenes talladas de sus dioses, y saqueó los despojos de las ciudades, y volvió a Judea.

Abrir 1 Macabeos 5 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario