1 Macabeos 4

Septuaginta · texto en griego y traducción al español · traducción hecha directamente del griego para esta edición

1Καὶ παρέλαβεν Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν, καὶ ἀπῆρεν ἡ παρεμβολὴ νυκτός,Y tomó Gorgias cinco mil hombres y mil jinetes escogidos, y el destacamento partió de noche,

2ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ἰουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω· καὶ οἱ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί.para caer sobre el campamento de los judíos y atacarlos por sorpresa; y los de la ciudadela le servían de guías.

3καὶ ἤκουσεν Ἰούδας, καὶ ἀπῆρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Ἐμμαούμ,Y lo oyó Judas, y partió él con sus valientes para atacar al ejército del rey que estaba en Emaús,

4ἕως ἔτι αἱ δυνάμεις ἐσκορπισμέναι ἦσαν ἀπὸ τῆς παρεμβολῆς.mientras las tropas seguían dispersas fuera del campamento.

5καὶ ἦλθεν Γοργίας εἰς τὴν παρεμβολὴν Ἰούδα νυκτός, καὶ οὐδένα εὗρεν· καὶ ἐζήει αὐτοὺς ἐν τοῖς ὄρεσιν, ὅτι εἶπεν Φεύγουσιν οὗτοι ἀφʼ ἡμῶν.Y llegó Gorgias de noche al campamento de Judas y no encontró a nadie; y los buscaba por los montes, porque dijo: «Éstos huyen de nosotros».

6καὶ ἄμα ἡμέρᾳ ὤφθη Ἰούδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσιν· πλὴν καλύμματα καὶ μάχαιραν οὐκ εἶχόν καθὼς ἠββούλοντο. |Y al amanecer apareció Judas en la llanura con tres mil hombres; sólo que no tenían ni corazas ni espadas como hubieran querido.

7καὶ ἴδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν τεθωρακισμένην, καὶ ἵππον κυκλοῦσαν αὐτήν, καὶ οὗτοι διδακτοὶ πολέμου. ⁸καὶ εἶπεν Ἰούδας τοῖς ἀνδράσιν τοῖς μετʼ αὐτοῦ Μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν, καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε.Y vieron el campamento de las naciones, fuerte y acorazado, y la caballería que lo rodeaba, y que aquéllos estaban entrenados para la guerra. ⁸Y dijo Judas a los hombres que estaban con él: «No temáis su multitud, ni os acobardéis ante su acometida.

9μνήσθητε ὡς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ, ὅτε ἐδίωξεν αὐτοὺς Φαραὼ ἐν δυνάμει.Acordaos de cómo fueron salvados nuestros padres en el mar Rojo, cuando el faraón los perseguía con su ejército.

10καὶ νῦν βοήσωμεν εἰς οὐρανόν, εἰ θελήσει ἡμᾶς. καὶ μνησθήσεται διαθήκης πατέρων, καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον.Y ahora clamemos al Cielo, por si nos quiere y se acuerda de la alianza de nuestros padres, y quebranta hoy este ejército delante de nosotros;

11καὶ γνώσονται πάντα τὰ ἔθνη, ὅτι ἔστιν ὁ λυτρούμενος καὶ σώζων τὸν Ἰσραήλ.y conocerán todas las naciones que hay quien rescate y salve a Israel».

12καὶ ἦραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἴδαν αὐτοὺς ἐχομένους ἐξ ἐναντίας,Y los extranjeros alzaron los ojos y los vieron venir de frente,

13καὶ ἐξῆλθαν ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον, καὶ ἐσάλπισαν οἱ παρὰ Ἰούδου.y salieron del campamento a la batalla; y los de Judas tocaron las trompetas.

14καὶ συνῆψαν, καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον.Y vinieron a las manos, y las naciones fueron destrozadas y huyeron a la llanura;

15οἱ δὲ ἔσχατοι πάντες ἔπεσαν ἐν ῥομφαίᾳ, καὶ ἐδίωξαν αὐτοὺς ἕως Γασήρων καὶ ἕως τῶν πεδίων τῆς Ἰουδαίας καὶ Ἀζώτου καὶ Ἰαννείας, καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους.y todos los rezagados cayeron a espada; y los persiguieron hasta Gázara y hasta las llanuras de Idumea y de Azoto y de Jamnia; y cayeron de ellos unos tres mil hombres.

16Καὶ ἐπέστρεψεν Ἰούδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν,Y volvió Judas con su ejército de perseguirlos,

17καὶ εἶπεν πρὸς τὸν λαόν Μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξ ἐναντίας ἡμῶν,y dijo al pueblo: «No codiciéis los despojos, porque tenemos batalla por delante,

18καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν· ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς, καὶ μετὰ ταῦτα λάβετε σκῦλα καὶ μετὰ παρρησίας.y Gorgias y su ejército están en el monte cerca de nosotros; estad ahora firmes frente a nuestros enemigos y pelead contra ellos, y después tomad los despojos con toda tranquilidad».

19ἔτι πληροῦντος Ἰούδου ταῦτα, ὤφθη μέρος τι ἐκκύπτον ἐκ τοῦ ὄρους.Aún estaba Judas acabando de decir esto, cuando apareció un destacamento asomando por el monte.

20καὶ ἴδεν ὅτι τετρόπωται, καὶ ἐνπυρίζουσιν τὴν παρεμβολήν· ὁ γὰρ καπνὸς ὁ θεωρούμενος ἐνεφάνιζε τὸ γεγονός.Y vieron que los suyos habían sido puestos en fuga y que estaban quemando el campamento, porque el humo que se veía mostraba lo que había pasado.

21οἱ δὲ ταῦτα συνειδότες ἐδειλώθησαν σφόδρα· συνιδόντες δὲ καὶ τὴν Ἰούδα παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν,Y al darse cuenta de esto se acobardaron muchísimo; y viendo además el ejército de Judas en la llanura, dispuesto para la batalla,

22ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων.huyeron todos a tierra de extranjeros.

23καὶ Ἰούδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλίαν τῆς παρεμβολῆς· καὶ ἔλαβεν χρυσίον καὶ ἀργύριον πολὺ καὶ ὑάκινθον καὶ πορφύραν καὶ θαλασσίαν καὶ πλοῦτον μέγαν.Y Judas volvió al saqueo del campamento; y tomaron mucho oro y plata y jacinto y púrpura marina, y grandes riquezas.

24καὶ ἐπιστρέψαντες ὕμνουν καὶ ηὐλόγουν εἰς οὐρανόν Ὅτι καλὸν εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,Y al volver cantaban himnos y bendecían al Cielo: «Porque es bueno, porque su misericordia es eterna».

25καὶ ἐγενήθη σωτηρία μεγάλη τῷ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.Y hubo aquel día una gran salvación para Israel.

26Ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα.Y cuantos extranjeros se salvaron fueron a contarle a Lisias todo lo ocurrido.

27ὁ δὲ ἀκούσας πάντα συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελεν τοιαῦτα γέγονεν τῷ Ἰσραήλ, καὶ οὐχ οἷα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς ἐξέβη.Y él, al oírlo, quedó confundido y desanimado, porque no había salido con Israel como él quería, ni había resultado como el rey le había mandado.

28Καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππονο, ὥστε ἐκπολεμῆσαι αὐτούς.Y al año siguiente reclutó sesenta mil hombres escogidos y cinco mil jinetes, para acabar con ellos por la guerra.

29καὶ ἦλθον εἰς τὴν Ἰδουμαίαν, καὶ παρενέβαλον ἐν Βεθσούροις, καὶ συνήντησεν αὐτοῖς Ἰούδας ἐν δέκα χιλιάσιν ἀνδρῶν.Y llegaron a Idumea y acamparon en Betsur; y les salió al encuentro Judas con diez mil hombres.

30καὶ ἴδεν τὴν παρεμβολὴν ἰσχυράν, καὶ προσηύξατο καὶ εἶπεν Εὐλογητὸς εἶ ὁ σωτὴρ Ἰσραήλ, ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυείδ, καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ἰωνάθου υἱοῦ Σαοὺλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ.Y vio que el ejército era fuerte, y oró diciendo: «Bendito seas, salvador de Israel, tú que quebrantaste la acometida del gigante por mano de tu siervo David, y entregaste el campamento de los extranjeros en manos de Jonatán hijo de Saúl y de su escudero.

31σύνκλεισον τὴν παρεμβολὴν ταύτην εἰς χεῖρας λαοῦ σου Ἰσραήλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν.Entrega este ejército en manos de tu pueblo Israel, y queden avergonzados de su tropa y de su caballería.

32δὸς αὐτοῖς δειλίαν, καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν.Infúndeles cobardía y derrite la audacia de su fuerza, y tiemblen ante su derrota.

33κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώνταων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ ἰδόντες τὸ ὄνομά σου ἐν ὕμνοις.Derríbalos con la espada de los que te aman, y te alaben con himnos todos los que conocen tu nombre».

34καὶ συνέβαλλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας, καὶ ἔπεσαν ἐξ ἐναντίας αὐτῶν.Y vinieron a las manos, y cayeron del ejército de Lisias unos cinco mil hombres, cayeron frente a ellos.

35ἰδῲν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὐτοῦ συντάξεως, τῆς δὲ Ἰούδα τὸ γεγενημένον θάρσος, καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῆν ἢ τεθνηκέναι γενναίως, ἀπῆρεν εἰς Ἀντιοχίαν· καὶ ἐξενολόγει, καὶ πλεοναστὸν πάλιν γενηθέντα παραγενέσθαι εἰς τὴν Ἰουδαίαν.Y viendo Lisias la derrota de sus filas y el arrojo que había cobrado el de Judas, y que estaban dispuestos a vivir o a morir con nobleza, se marchó a Antioquía; y allí reclutaba mercenarios para volver a Judea con fuerzas todavía mayores.

36Εἶπεν δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν· ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐνκαινίσαι.Y dijo Judas y sus hermanos: «Mirad, nuestros enemigos han sido destrozados; subamos a purificar el santuario y a dedicarlo de nuevo».

37καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα, καὶ ἀνέβησαν εἰς ὄρος Σιών.Y se reunió todo el ejército y subieron al monte Sión.

38καὶ ἴδον τὸ ἁγίασμα ἡμῶν ἠρημωμένον, καὶ τὸ θυσιαστήριον βεβηλωμένον, καὶ τὰς πύλας κατακεκαυμένας, καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἐν ἑνὶ τῶν ἀρέων, καὶ τὰ παστοφόρια καθῃρημένα.Y vieron el santuario desolado, y el altar profanado, y las puertas quemadas, y en los atrios plantas crecidas como en un bosque o como en uno de los montes, y las cámaras derribadas.

39καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐκόψαντο κοπετὸν μέγαν, καὶ ἐπέθεντο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν.Y rasgaron sus vestidos e hicieron gran duelo, y se echaron ceniza en la cabeza,

40καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν τῶν σημασιῶν, καὶ ἐβόησαν εἰς οὐρανόν.y cayeron rostro en tierra, y tocaron las trompetas de llamada, y clamaron al Cielo.

41τότε ἐπέταξεν Ἰούδας ἀνδράσιν πολεμεῖν τοὺς ἐν τῇ ἄκρα, ἕως καθαρίσῃ τὰ ἅγια.Entonces Judas mandó a unos hombres que atacasen a los de la ciudadela mientras él purificaba el santuario.

42Καὶ ἐπέλεξεν ἱερεῖς ἀμώμους θελητὰς νόμου·Y escogió sacerdotes sin tacha, amantes de la ley;

43καὶ ἐκαθάρισαν τὰ ἅγια, καὶ ἦραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον.y purificaron el santuario, y llevaron las piedras de la profanación a un lugar impuro.

44καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσιν.Y deliberaron sobre el altar de los holocaustos, que había sido profanado, sobre qué hacer con él.

45καὶ ἔπεσεν αὐτοῖς βουλὴ ἀγαθή, καθελεῖν αὐτό, μή ποτε γένηται αὐτοῖς εἰς ὄνειδος, ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό· καὶ καθεῖλον τὸ θυσιαστήριον.Y les vino una idea acertada: derribarlo, para que no fuera para ellos una afrenta, porque las naciones lo habían manchado; y derribaron el altar.

46καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἰκου ἐν τόπῳ ἐπιτηδείῳ, μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν.Y pusieron las piedras en el monte del templo, en un sitio conveniente, hasta que viniera un profeta que respondiese sobre ellas.

47καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον, καὶ ᾠκοδόμησαν θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον.Y tomaron piedras sin labrar, conforme a la ley, y construyeron un altar nuevo como el anterior.

48καὶ ᾠκοδόμησαν τὰ ἅγιὰ καὶ τὰ ἐντὸς τοῦ οἴκου, καὶ τὰς αὐλὰς ἡγίασεν.Y reconstruyeron el santuario y el interior del templo, y santificaron los atrios.

49καὶ ἐποίησαν τὰ σκεύη τὰ ἅγια καινά, καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν.E hicieron nuevos los utensilios sagrados, y llevaron al templo el candelabro y el altar de los holocaustos y de los inciensos y la mesa.

50καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας· καὶ ἐφαίνοσαν ἐν τῷ ναῷ.Y quemaron incienso sobre el altar, y encendieron las lámparas del candelabro, y alumbraron en el templo.

51καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους, καὶ ἐξεπέτασαν τὰ καταπετάσματα· καὶ ἐτέλεσαν πάντα τὰ ἔργα ἃ ἐποίησαν.Y pusieron los panes sobre la mesa y colgaron las cortinas; y acabaron todas las obras que habían emprendido.

52Καὶ ὤρθρισαν τὸ πρωὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου· οὗτος ὁ μὴν Χασελεὺ τοῦ ὀγδόου καὶ τεσσερακοστοῦ καὶ ἑκατοστοῦ ἔτους.Y se levantaron de madrugada el día veinticinco del mes noveno —que es el mes de Quisleu— del año ciento cuarenta y ocho,

53καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυήιαγνήριον τῶν ὁλοκαυτωμάτων τὸ καινὸν ὃ ἐποίησαυ·y ofrecieron sacrificio conforme a la ley sobre el altar nuevo de los holocaustos que habían hecho.

54κατὰ τὸν καιρὸν κατὰ τὴν ἡμέραν ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη, ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις καὶ ἐν κυμβάλοις.En el mismo tiempo y en el mismo día en que las naciones lo habían profanado, en ése fue dedicado de nuevo, con cánticos y cítaras y arpas y címbalos.

55καὶ ἔπεσον πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον, καὶ προσεκύνησαν καὶ ηὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτούς.Y todo el pueblo cayó rostro en tierra y adoró y bendijo al Cielo, que los había hecho prosperar.

56καὶ ἐποίησαν τὸν ἐγκαινιασμον τοῦ θυσιαστηρίου ἡμέρας ὀκτώ, καὶ προσήνεγκαν ὁλοκαυτώματα μετʼ εὐφροσύνης, καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως.E hicieron la dedicación del altar durante ocho días, y ofrecieron holocaustos con alegría, y ofrecieron sacrificios de salvación y de alabanza.

57καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωτπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις, καὶ ἐνεκαίνισεν τὰς πύλας καὶ τὰ παστοφόρια, καὶ ἐθύρωσαν αὐτά.Y adornaron la fachada del templo con coronas de oro y con escudos, y restauraron las puertas y las cámaras, y les pusieron hojas.

58καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα, καὶ ἀπεστράφη ὄνειδος ἐθνῶν.Y hubo una alegría grandísima en el pueblo, y se apartó la afrenta de las naciones.

59καὶ ἔστησεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἐκκλησία Ἰσραήλ, ἵνα ἄγωνται ἡμέραι ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατʼ ἐνιαυτὸν ἡμέρας ὀκτώ, ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελεύ, μετ᾿ εὐφροσύνης καὶ χαρᾶς.Y Judas y sus hermanos y toda la asamblea de Israel establecieron que se celebrasen los días de la dedicación del altar en su fecha, año tras año, durante ocho días, desde el veinticinco del mes de Quisleu, con alegría y gozo.

60καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιών, κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ἰσχυρούς, μή ποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά, ὡς ἐποίησαν τὸ πρότερον.Y en aquel tiempo fortificaron el monte Sión con murallas altas alrededor y con torres fuertes, para que las naciones no volvieran a pisotearlo como habían hecho antes.

61καὶ ἀπέταξαν ἐκεῖ δύναμιν τηρεῖν αὐτό, καὶ ὠχύρωσαν αὐτὸ τηρεῖν τὴν Βεθσουρά, τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ἰδουμαίας.Y pusieron allí una guarnición para guardarlo; y fortificaron Betsur para guardarla, de modo que el pueblo tuviera una plaza fuerte frente a Idumea.

Abrir 1 Macabeos 4 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario