Septuaginta · texto en griego y traducción al español · traducción hecha directamente del griego para esta edición
1Καὶ ἤκουσεν Δημήτριος ὅτι ἐποίησεν Νικάνωρ καὶ αἱ δυνάμεις αὐτοῦ πόλεμον, καὶ προσέθετο τὸν Βακχίδην καὶ τὸν Ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν Ἰούδα, καὶ τὸ δεξιὸν κέρας μετʼ αὐτῶν.Y oyó Demetrio que Nicanor y su ejército habían caído en la batalla, y volvió a enviar a Báquides y a Álcimo por segunda vez a la tierra de Judá, y con ellos el ala derecha del ejército.
2καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γάλγαλα, καὶ παρενεβάλοσαν ἐπὶ Μεσσαλὼθ τὴν ἐν Ἀρβήλοις, καὶ προκατελάβοντο αὐτήν. καὶ ἀπῶλεσεν ψυχας ἀνθρώπων πολλάς.Y fueron por el camino de Gálgala y acamparon contra Mesalot, que está en Arbela, y la tomaron, e hicieron perecer a mucha gente.
3καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλλον εἰς Ἰερουσαλήμ.Y el mes primero del año ciento cincuenta y dos acamparon contra Jerusalén.
4καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερέαν ἐν εἴκοσι χιλιασιν ἀνδρῶν καὶ δισχιλιάσιν ἵππων.Y partieron y fueron a Berea con veinte mil hombres y dos mil jinetes.
5καὶ Ἰούδας ἦν παρεμβεβληκὼς ἐν Ἀλασά, καὶ τρισχίλιοι ἄνδρες ἐκλεκτοὶ μετʼ αὐτοῦ.Y Judas estaba acampado en Elasá, y con él tres mil hombres escogidos.
6καὶ ἴδον τὸ πλῆθος τῶν δυνάμεων, ὅτι πολλοί εἰσιν, καὶ ἐφοβήθησαν σφόδρα· καὶ ἐξερύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς, οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ᾿ ἢ ὀκτακόσιοι ἄνδρες.Y vieron el gran número de aquellas tropas, y tuvieron mucho miedo; y muchos se escabulleron del campamento, y no quedaron de ellos más que ochocientos hombres.
7καὶ ἴδεν Ἰούδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ. καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν· καὶ συνετρίβη τῇ καρδίᾳ, ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς.Y vio Judas que su ejército se le había escurrido y que la batalla lo apremiaba; y se le rompió el corazón, porque no tenía tiempo de reunirlos.
8καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν Ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῖν, ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι αὐτούς.Y, desfallecido, dijo a los que quedaban: «Levantémonos y subamos contra nuestros adversarios, por si acaso podemos pelear contra ellos».
9καὶ ἀπέστρεψαν αὐτόν, λέγοντες Οὐ μὴ δυνησώμεθα, ἀλλʼ ἢ σώζωμεν τὰς ἑαυτῶν ψυχάς τὸ νῦν· ἐπιστρέψωμεν μετὰ τῶν ἀδελφῶν ἡμῶν, καὶ πολεμήσωμεν πρὸς αὐτούς· ἡμεῖς δὲ ὀλίγοι.Y ellos intentaban disuadirlo, diciendo: «No podremos; salvemos por ahora nuestras vidas y volvamos con nuestros hermanos, y entonces pelearemos contra ellos; porque somos pocos».
10καὶ εἶπεν Ἰούδας Μή μοι γένοιτο ποιῆσαι τὸ πράγμα τοῦτο, φυγεῖν ἀπʼ αὐτῶν· καὶ ἤγγικεν ὁ καιρὸς ἡμῶν, καὶ ἀποθάνωμεν ἀνδρίᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν, καὶ μὴ καταλείπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν.Y dijo Judas: «Lejos de mí hacer tal cosa, huir de ellos. Y si ha llegado nuestra hora, muramos con hombría por nuestros hermanos, y no dejemos mancha en nuestra gloria».
11καὶ ἀπῆρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς, καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς, καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη, καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως, καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυντοί.Y el ejército salió del campamento y se pusieron frente a ellos; y la caballería se dividió en dos cuerpos, y los honderos y los arqueros iban delante del ejército, y todos los valientes en primera línea.
12Βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι, καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν, καὶ ἐφώνουν ταῖς σάλπιγξιν, καὶ ἐσάλπισαν καὶ οἱ παρὰ Ἰούδου καὶ αὐτοὶ ταῖς σάλπιγξιν·Y Báquides estaba en el ala derecha; y la falange se acercó por los dos lados, y tocaban las trompetas; y también los de Judas tocaron las trompetas.
13καὶ ἐσείσθη ἡ γῆ ἀπὸ τῶν παρεμβολῶν αὐτῶν· καὶ ἐγένετο ὁ πόλεμος συνηγμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας.Y tembló la tierra con el estruendo de los ejércitos; y el combate se trabó desde la mañana hasta la tarde.
14καὶ ἴδεν Ἰούδας ὅτι Βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς, καὶ συυῆλθον αὐτο πάντες οἱ εὔψυχοι τῃ καρδίᾳ.Y vio Judas que Báquides y el grueso del ejército estaban a la derecha, y se le juntaron todos los de corazón esforzado;
15καὶ συνετρίβη τὸ δεξιον κέρας ἀπʼ αὐτῶν, καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως Ἀζώτου ὄρους.y el ala derecha quedó destrozada por ellos, y los persiguió hasta el monte de Azoto.
16καὶ οἱ εἰς τὸ ἀριστερον κέρας ἴδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας, καὶ ἐπέστρεψαν κατὰ πόδας Ἰούδα καὶ τῶν μετʼ αὐτοῦ ἐκ τῶν ὄπισθεν.Y los del ala izquierda vieron que el ala derecha había sido destrozada, y se volvieron pisando los talones a Judas y a los suyos, por detrás.
17καὶ ὁ πόλεμος, καὶ ἔπεσαν τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων.Y la batalla se hizo dura, y cayeron muchos heridos de una parte y de otra.
18καὶ Ἰούδας ἔπεσεν καὶ οἱ λοιποὶ ἔφυγον.Y Judas cayó, y los demás huyeron.
19καὶ ἦραν Ἰωναθὰν καὶ Σίμων Ἰούδαν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν Μωδεείμ.Y Jonatán y Simón tomaron a Judas su hermano y lo sepultaron en el sepulcro de sus padres, en Modín.
20καὶ ἔκλαυσαν αὐτὸν ἐκεῖ, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραὴλ κοπετὸν μέγαν, καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπανY lo lloraron allí, y todo Israel hizo por él gran duelo, e hicieron luto muchos días y dijeron:
21Πῶς ἔπεσεν δυνατός, σώζων τὸν Ἰσραήλ.«¡Cómo ha caído el valiente, el que salvaba a Israel!».
22Καὶ τὰ περισσὰ τῶν λόγων Ἰούδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν ὦν ἐποίησεν καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη· πολλὰ γὰρ ἦν σφόδρα.Y el resto de los hechos de Judas, y de sus guerras y de las hazañas que hizo, y de su grandeza, no se ha escrito, porque eran muchísimas.
23Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰούδου, ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις Ἰσραήλ, καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν.Y sucedió que, después de la muerte de Judas, asomaron los sin ley por todos los términos de Israel, y brotaron todos los obreros de la injusticia.
24ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μεγάλη σφόδρα, καὶ αὐτομόλησεν ἡ χώρα μετʼ αὐτῶν. ²⁵καὶ ἐξέλεξεν Βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας, καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας.En aquellos días hubo una gran hambre, y la región se pasó a ellos. Y Báquides escogió a los hombres impíos y los puso como señores del país;
25καὶ ἐξεζήτουν καὶ ἐξηραύνων τοὺς φίλους Ἰούδου, καὶ ἦγον αὐτοὺς πρὸς Βακχίδην· καὶ ἐξεδίκα αὐτούς, καὶ ἐνέπαιζον αὐτοῖς.y buscaban y rastreaban a los amigos de Judas, y los llevaban a Báquides; y él se vengaba de ellos y se burlaba de ellos.
26καὶ ἐγένετο θλίψις μεγάλη ἐν τῷ Ἰσραήλ, ἥτις οὐκ ἐγένετο ἀφʼ ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς.Y hubo en Israel una aflicción tan grande como no la había habido desde el día en que dejó de aparecérseles un profeta.
28καὶ ἡθροίσθησαν πάντες οἱ φίλοι Ἰούδου καὶ εἶπον τῷ ἸωναθάνY se reunieron todos los amigos de Judas y dijeron a Jonatán:
29Ἀφʼ οὗ ὁ ἀδελφός σου Ἰούδας τετελεύτηκεν, καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ Βακχίδην, καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν.«Desde que tu hermano Judas murió, no hay un hombre como él para salir contra los enemigos y contra Báquides y contra los que aborrecen a nuestro pueblo.
30νῦν οὖν σε ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντʼ αὐτοῦ ἡμῖυ εἰς ἄρχοντα καὶ ἡγούμενον, τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν.Así que hoy te hemos elegido a ti para que estés en su lugar como nuestro jefe y caudillo, para pelear nuestra guerra».
31καὶ ἐπεδέξατο Ἰωναθὰν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν· καὶ ἀνέστη ἀντὶ Ἰούδου τοῦ ἀδελφοῦ αὐτοῦ.Y Jonatán tomó en aquel tiempo el mando, y se puso en lugar de Judas su hermano.
32Καὶ ἔγνω Βακχίδης, καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι.Y lo supo Báquides, y buscaba matarlo.
33καὶ ἔγνω Ἰωναθὰν καὶ Σίμων ὁ ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετʼ αὐτοῦ, καὶ ἔφυγον εἰς τὴν ἔρημον Θεκῶε, καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου Ἀσφάλ.Y lo supieron Jonatán y Simón su hermano y todos los suyos, y huyeron al desierto de Tecoa y acamparon junto al agua de la cisterna de Asfar.
34καὶ ἔγνω Βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἧλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ Ἰορδάνη.Y Báquides se enteró en día de sábado, y vino él con todo su ejército al otro lado del Jordán.
35καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου· καὶ παρεκάλεσεν τοὺς Ναβαταίους φίλους αὐτοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν.Y Jonatán envió a su hermano como jefe de la gente, y rogó a sus amigos los nabateos que les guardasen su mucha impedimenta.
36καὶ ἐξῆλθον οἱ υἱοὶ Ἰαμβρεὶν ἐκ Μηδαβά, καὶ συνέλαβον Ἰωάννην καὶ πάντα ὅσα εἶχεν, καὶ ἀπῆλθον ἔχοντες.Pero salieron los hijos de Jambrí de Medabá y prendieron a Juan con todo lo que llevaba, y se marcharon con ello.
37μετὰ δὲ τοὺς λόγους τούτους ἀπήγγειλαν Ἰωναθὰν καὶ Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι Υὁοὶ Ἰαμβρὶν ποιοῦσιν γάμον μέγαν, καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ Ναδαβάθ, θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων Χανάαν, μετὰ παραπομτπῆς μεγάλης.Y después de esto le comunicaron a Jonatán y a Simón su hermano que los hijos de Jambrí celebraban una gran boda, y que llevaban a la novia desde Nadabat —hija de uno de los grandes magnates de Canaán— con gran acompañamiento.
38καὶ ἐμνήσθησαν Ἰωάννου τοῦ ἀδελφοῦ αὐτῶν, καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους.Y se acordaron de Juan su hermano, y subieron y se escondieron al abrigo del monte.
39καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἴδαν, καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή, καὶ ὁ νυμφίος ἐξῆλθεν καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν.Y alzaron los ojos y miraron, y he aquí un alboroto y mucha impedimenta; y el novio salió con sus amigos y sus hermanos a su encuentro con panderos y músicos y muchas armas.
40καὶ ἐξανέστησαν ἐπʼ αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτοὺς· καὶ ἔπεσαν τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος, καὶ ἔλαβον πάντα τὰ σκεύη αὐτῶν.Y se lanzaron sobre ellos desde la emboscada y los mataron; y cayeron muchos heridos, y los demás huyeron al monte, y ellos se llevaron todos sus bienes.
41καὶ μετεστράφη ὁ γάμος εἰς πένθος, καὶ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον.Y la boda se volvió duelo, y la música de sus instrumentos, lamento.
42καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν, καὶ ἀπέστρεψαν εἰς τὸ ὄρος τοῦ Ἰορδάνου.Y vengaron la sangre de su hermano, y se volvieron a los carrizales del Jordán.
43Καὶ ἤκουσεν Βακχίδης, καὶ ἦλθεν τῇ ἡμέρᾳ τῶν σαβββάτων ἕως τῶ, κρηπίδων τοῦ Ἰορδάνου ἐν δυνάμει πολλῇ.Y lo oyó Báquides, y vino en día de sábado hasta las riberas del Jordán con un gran ejército.
44καὶ εἶπεν Ἰωναθὰν τοῖς ἀδελφοῖς αὐτοῦ Ἀναστῶμεν νῦν καὶ πολεμήσωμεν ὑπὲρ τῶν ψυχῶν ἡμῶν· οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν.Y dijo Jonatán a los suyos: «Levantémonos ahora y peleemos por nuestras vidas, porque hoy no es como ayer ni como anteayer.
45ἰδοὺ γὰρ ὁ πόλεμος ἐξ ἐναντίας ἡμῶν καὶ ἐξόπισθεν ἡμῶν· τὸ δὲ ὕδωρ τοῦ Ἰορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός. καὶ οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι.Porque mirad: tenemos la batalla delante y detrás; y el agua del Jordán a un lado y a otro, y pantano y bosque; y no hay sitio por donde escapar.
46νῦν οὖν κεκράξατε εἰς οὐρανόν, ὅπως διασωθῆτε ἐκ χειρὸς ἐχθρῶν ἡμῶν.Ahora, pues, clamad al Cielo para que seáis librados de la mano de nuestros enemigos».
47καὶ συνῆψεν ὁ πόλεμος· καὶ ἐξέτεινεν Ἰωναθὰν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν Βακχίδην, καὶ ἐξέκλινεν ἀπʼ αὐτοῦ εἰς τὰ ὀπίσω.Y se trabó la batalla; y Jonatán extendió la mano para herir a Báquides, y éste se le escurrió hacia atrás.
48καὶ ἐνεπήδησεν Ἰωναθὰν καὶ οἱ μετʼ αὐτοῦ εἰς τὸν Ἰορδάνην, καὶ διεκολύμβησαν εἰς τὸ πέραν· καὶ οὐ διέβησαν ἐπʼ αὐτοὺς τὸν Ἰορδάνην.Y Jonatán y los suyos se lanzaron al Jordán y pasaron a nado a la otra orilla; y aquéllos no pasaron el Jordán tras ellos.
49καὶ διέπεσαν παρὰ Βακχίδα τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας.Y cayeron aquel día de los de Báquides unos mil hombres.
50Καὶ ἀπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ ᾠκοδόμησαν πόλεις ἀχυρὰς ἐν τῇ Ἰουδαία, τὸ ὀχύρωμα τὸ ἐν Ἰεριχὼ καὶ τὴν Ἐμμαοὺμ καὶ τὴν Βεθωρὼν καὶ τὴν Βεθὴλ καὶ τὴν Θαμνάθα Φαραθὼν καὶ τὴν Τεφών, ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς.Y volvió a Jerusalén y fortificó ciudades en Judea: la fortaleza de Jericó, y Emaús y Bet-Horón y Betel y Tamnata Faratón y Tefón, con murallas altas y puertas y cerrojos;
51καὶ ἔθεντο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ Ἰσραήλ.y puso en ellas guarniciones para hostigar a Israel.
52καὶ ὠχύρωσαν τὴν πόλιν καὶ Βεθσούραν καὶ Γαζάραν καὶ τὴν ἄκραν, καὶ ἔθεντο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βραωμάτων.Y fortificó la ciudad de Betsur y Gázara y la ciudadela, y puso en ellas tropas y reservas de víveres.
53καὶ ἔλαβον τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα, καὶ ἔθεντο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν Ἰερουσαλὴμ ἐν φυλακῆ.Y tomó como rehenes a los hijos de los principales del país, y los puso bajo custodia en la ciudadela de Jerusalén.
54Καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ, τῷ μηνὶ τῷ δευτέρῳ, ἐπέταξεν Ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας, καὶ καθεῖλεν τὰ ἔργα τῶν προφητῶν, καὶ ἐνήρξατο τοῦ καθαιρεῖν.Y el año ciento cincuenta y tres, en el mes segundo, mandó Álcimo derribar el muro del atrio interior del santuario; y derribó las obras de los profetas, y empezó a demoler.
55ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη Ἄλκιμος, καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ, καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ, καὶ παρελύθη, καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ.En aquel momento Álcimo sufrió un ataque, y sus obras quedaron detenidas; y se le trabó la boca y quedó paralítico, y ya no pudo decir palabra ni dar instrucciones sobre su casa.
56καὶ ἀπέθανεν Ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῃ μετὰ βασάνου μεγάλης.Y murió Álcimo en aquel momento con grandes tormentos.
57καὶ ἴδεν Βακχίδης ὅτι ἀπέθανεν Ἄλκιμος, καὶ ἀπέστρεψεν πρὸς τὸν βασιλέα, καὶ ἡσύχασεν ἡ γῆ Ἰούδα ἔτη δύο.Y vio Báquides que Álcimo había muerto, y se volvió al rey; y la tierra de Judá estuvo tranquila dos años.
58Καὶ ἐβουλεύσαντο οἱ ἄνομοι πάντες λύγοντες Ἰδοὺ Ἰωναθὰν καὶ οἱ παρʼ αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες· νῦν οὖν ἄξομεν τὸν Βακχίδην, καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ.Y todos los sin ley tomaron esta decisión, diciendo: «Mirad, Jonatán y los suyos viven tranquilos y confiados; traigamos, pues, a Báquides, y los prenderá a todos en una sola noche».
59καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ.Y fueron y se lo aconsejaron.
60καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς, καὶ ἀπέστειλεν ἐπιστολὰς λάθρα πᾶσι τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ Ἰουδαία, ὅπως συλλάββωσιν τὸν Ἰωναθὰν καὶ τοὺς σὺν αὐτῷ· καὶ οὐκ ἠδύνατο, ὅτι ἐγνώσθη αὐτοῖς ἡ βουλὴ αὐτῶν.Y él partió para venir con un gran ejército, y envió cartas en secreto a todos sus aliados de Judea para que prendiesen a Jonatán y a los suyos; pero no pudieron, porque el plan se supo.
61καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας, καὶ ἀπέκτεινεν αὐτούς.Y prendieron a unos cincuenta hombres del país, cabecillas de aquella maldad, y los mataron.
62καὶ ἐξεχώρησεν Ἰωναθὰν καὶ Σίμων καὶ οἱ μετʼ αὐτοῦ εἰς Βεθβασὶ τὴν ἐν τῇ ἐρήμῳ, καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς, καὶ ἐστερέωσεν αὐτήν.Y Jonatán y Simón y los suyos se retiraron a Betbasí, en el desierto, y reconstruyeron lo que estaba derruido y la fortificaron.
63καὶ ἔγνω Βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆθος αὐτοῦ, καὶ τοῖς ἐκ τῆς Ἰουδαίας παρήγγειλεν.Y lo supo Báquides y reunió a toda su gente, y dio aviso a los de Judea.
64καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ Βεθβασί, καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησεν μηχανάς.Y vino y acampó contra Betbasí, y la atacó muchos días e hizo máquinas.
65καὶ ἀπέλειπεν Ἰωναθὰν Σίμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει, καὶ ἐξῆλθεν εἰς τὴν χώραν. καὶ ἦλθεν ἀριθμῷ.Y Jonatán dejó a Simón su hermano en la ciudad, y salió al campo, y fue con unos pocos.
66καὶ ἐπάταξεν Ὀδομηρὰ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς Φασιρὼν ἐν τῷ σκηνώματι αὐτῶν, καὶ ἐξήρξατο τύπτειν καὶ ἀναβαίνειν ἐν ταῖς δυνάμεσιν.E hirió a Odomera y a sus hermanos y a los hijos de Fasirón en sus tiendas, y empezó a golpear y a subir con sus tropas.
67καὶ Σίμων καὶ οἱ μετʼ αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἐνεπύρισαν τὰς μηχανάς.Y Simón y los suyos salieron de la ciudad y quemaron las máquinas.
68καὶ ἐπολέμησαν πρὸς τὸν Βακχίδην, καὶ συνετρίβη ὑπʼ αὐτῶν, καὶ ἔθλιββον αὐτὸν σφόδρα, ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή.Y pelearon contra Báquides, y quedó destrozado por ellos; y lo apretaron mucho, porque su plan y su expedición habían resultado vanos.
69καὶ ὠργίσθησαν θυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν, καὶ ἀπέκτειναν ἐξ αὐτῶν πολλούς, καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ.Y se enfureció contra los hombres sin ley que le habían aconsejado venir al país, y mató a muchos de ellos; y decidió volverse a su tierra.
70καὶ ἐπέγνω Ἰωναθάν, καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις, τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν.Y lo supo Jonatán, y le envió embajadores para concertar la paz con él y para que les devolviese a los cautivos.
71καὶ ἀπεδέξατο, καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ, καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.Y él aceptó e hizo conforme a sus palabras, y le juró no buscarle mal en todos los días de su vida.
72καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς Ἰούδα· καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ, καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν.Y le devolvió los cautivos que antes había hecho en la tierra de Judá; y dando media vuelta, se fue a su tierra, y no volvió a venir a sus términos.
73καὶ κατέπαυσεν ῥομφαία ἐξ Ἰσραήλ, καὶ ᾤκησεν Ἰωναθὰν ἐν Μαχμάς· καὶ ἤρξατο Ἰωναθὰν κρίνειν τὸν λαὸν καὶ ἠφάνισεν τοὺς ἀσεβεῖς ἐξ Ἰσραήλ.Y cesó la espada en Israel; y Jonatán se estableció en Macmás. Y empezó Jonatán a juzgar al pueblo, e hizo desaparecer a los impíos de Israel.
Abrir 1 Macabeos 9 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario