2 Macabeos 10

Septuaginta · texto en griego y traducción al español · traducción hecha directamente del griego para esta edición

1Μακκαβαῖος δὲ καὶ οἱ σὺν αὐτῷ, τοῦ κυρίου προάγοντος αὐτούς, τὸ μέν ἱερὸν ἐκομίσαντο καὶ τὴν πόλιν·Y el Macabeo y los suyos, guiándolos el Señor, recobraron el templo y la ciudad;

2τοὺς δὲ κατὰ τὴν ἀγορὰν βωμοὺς ὑπὸ τῶν ἀλλοφύλων δεδημιουργημένους, ἔτι δὲ τεμένη, καθεῖλαν.y derribaron los altares levantados por los extranjeros en la plaza, y también los recintos sagrados.

3καὶ τὸν νεὼ καθαρίσαντες, ἕτερον θυσιαστήριον ἐποίησαν· καὶ πυρώσαντες λίθους, καὶ πῦρ ἐκ τούτων λαβόντες, ἀνήνεγκαν θυσίας μετὰ διετῆ χρόνον καὶ θυμίαμα καὶ λύχνους, καὶ τῶν ἄρτων τὴν πρόθεσιν ἐποιήσαντο.Y purificando el templo, hicieron otro altar; y sacando fuego de unas piedras que habían hecho arder, ofrecieron sacrificios después de dos años, e incienso y lámparas, y pusieron los panes de la proposición.

4ταῦτα δὲ ποιήσαντες, ἡξίωσαν τὸν κύριον πεσόντες ἐπὶ κοιλίαν, μηκέτι παραπεσεῖν τοιούτοις κακοῖς, ἀλλʼ ἐάν ποτε καὶ ἁμάρτωσιν, ὑπʼ αὐτοῦ μετὰ ἐπιεικείας, μὴ βλασφήμοις καὶ βαρβάροις ἔθνεσιν παραδίδοσθαιY hecho esto, postrados sobre el rostro, rogaban al Señor que no volvieran a caer en tales males, sino que, si alguna vez pecaban, fueran corregidos por él con benignidad, y no entregados a naciones blasfemas y bárbaras.

5ἐν ἧ δὲ ἡμέρᾳ ὁ νεὼς ὑπὸ ἀλλοφύλων ἐβεβηλώθη, συνέβη κατὰ τὴν αὐτὴν ἡμέραν τὸν καθαρισμὸν γενέσθαι τοῦ ναοῦ, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ οὐτοῦ μηνός, τοῦ Χασελεύ.Y en el mismo día en que el templo había sido profanado por los extranjeros, sucedió que se hizo la purificación del templo, el veinticinco de aquel mismo mes, que es Quisleu.

6καὶ μετʼ εὐφροσύνης ἦγον ἡμέρας ὁκτὼ σκηνωμάτων τρόπον, μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἧσαν νεμόμενοι.Y celebraron con alegría ocho días a la manera de la fiesta de las tiendas, acordándose de cómo poco antes habían pasado la fiesta de las tiendas en los montes y en las cuevas, como fieras.

7διὸ θύρσους καὶ κλάδους ὡραίους, ἔτι δε καὶ φοίνιας ἔχοντες, ηὐχαρίστουν τῷ εὐοδώσαντι καθαρίσαι τὸν ἑαυτοῦ τόπον.Por eso, llevando tirsos y ramos hermosos, y también palmas, daban gracias al que les había concedido purificar su propio lugar.

8ἐδογμάτισάν τε μετὰ κοινοῦ προστάγματος καὶ ψηφίσματος παντὶ τῷ τῶν Ἰουδαίων ἔθνει κατʼ ἐνιαυτὸν ἅγειν τὰς δεκάτας ἡμέρας.Y decretaron por edicto y voto común que toda la nación de los judíos celebrara cada año aquellos días.

9Καὶτὰ μέν τῆς Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς τελευτῆς οὕτως εἶχεν.Y así fue lo tocante a la muerte de Antíoco, el llamado Epífanes.

10νυνὶ δὲ τὰ κατὰ τὸν ὕπατον Ἀντίοχον, υἱὸν δὲ τοῦ ἀσεβοῦς γενόμενον, δηλώσομεν αὐτά, συντέμνοντες τὰ συνέχοντα τῶν πόλεων κακά.Y ahora expondremos lo tocante a Antíoco Eupátor, hijo del impío, resumiendo los males propios de las guerras.

11οὗτος γὰρ παραλαβὼν τὴν βασιλείαν, ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά, Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον.Porque éste, al tomar el reino, puso al frente de los asuntos a un tal Lisias, gobernador supremo de Celesiria y Fenicia.

12Πτολεμαῖιος γὰρ ὁ καλούμενος Μάκρων, τὸ δίκαιον συντηρεῖν προηγούμενος πρὸς τοὺς Ἰουδαίους διὰ τὴν γεγονυῖαν πρὸς αὐτοὺς ἀδικίαν, ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν.Porque Tolomeo, el llamado Macrón, procurando ante todo guardar la justicia con los judíos por la injusticia que se les había hecho, intentaba resolver pacíficamente los asuntos con ellos.

13ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα, καὶ προδότης παρʼ ἕκαστα ἀκούων, διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς Ἀντίοχον τὸν Ἐπιφανῆ ἀναχωρῆσαι, μήτε εὐγενῆ τὴν ἐξουσίαν εὐγενναίσας, φαρμακεύσας ἑαυτὸν ἐξέλειπεν τὸν βίον.Por lo cual, acusado por los amigos ante Eupátor, y oyéndose llamar traidor a cada paso, por haber abandonado Chipre, que le había confiado Filométor, y haberse pasado a Antíoco Epífanes, no honrando con nobleza un cargo noble, se envenenó y acabó con su vida.

14Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων, ἐξενοτρόφει, καὶ παρʼ ἕκαστα πρὸς τοὺς ἰδίους ἐπολεμοτρόφει.Y Gorgias, hecho gobernador de aquellas regiones, mantenía tropas mercenarias, y a cada paso alimentaba la guerra contra los judíos.

15ὁμοῦ δὲ τούτων καὶ οἱ Ἰδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὁχυρωμάτων ὄντες, ἐγύμναζον τοὺς Ἰουδαίους, καὶ τοὺς φυγαδεύσαντας ἀπὸ Ἰεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν.Y juntamente con éstos, también los idumeos, dueños de fortalezas bien situadas, hostigaban a los judíos, y acogiendo a los desterrados de Jerusalén, intentaban mantener la guerra.

16οἱ δὲ περὶ τὸν Μακκαβαῖον, ποιησάμενοι λιτανίαν καὶ ἀξιώσαντες τὸν θεὸν σύμμαχον αὐτοῖς γενέσθαι, ἐπὶ τὰ τῶν Ἰδουμαίων ἀχυρώματα ὥρμησαν·Y los del Macabeo, haciendo rogativa y pidiendo a Dios que fuera su aliado, se lanzaron contra las fortalezas de los idumeos;

17οἷς καὶ προσβαλόντες εὐρώστως, ἐνκρατεῖς ἐγένοντο τῶν τόπων, πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἡμύναντο, κατέσφαζόν τε τοὺς ἐνπίπτοντας, ἀνεῖλον δὲ οὐχ ἧττον τῶν δισμυρίων.y atacándolas con vigor, se apoderaron de aquellos puestos, y rechazaron a todos los que peleaban sobre la muralla, y degollaban a los que encontraban, y mataron no menos de veinte mil.

18συνφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐννακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὗ μάλα, καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας,Y habiéndose refugiado no menos de nueve mil en dos torres muy bien fortificadas, provistas de todo lo necesario para resistir un asedio,

19ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους, ἀπολείπων Σίμωνα καὶ Ἰώσηπον, ἔτι δὲ Ζακχαῖονμ καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν, αὐτὸς ἐχωρίσθη.el Macabeo, dejando a Simón y a José, y además a Zaqueo y a los suyos, en número suficiente para el asedio de aquéllas, partió él mismo a lugares que urgían más.

20οἱ δὲ περὶ τὸν Σίμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ· ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες, εἴασάν τινας διαρρυῆναι.Pero los de Simón, dejándose llevar de la codicia, se dejaron sobornar con dinero por algunos de los que estaban en las torres; y recibiendo setenta mil dracmas, dejaron escapar a algunos.

21προσαγγέλλοντες δὲ τῷ Μακκαβαίαῳ περὶ τοῦ γεγονότος, συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ, κατηγόρησεν ὡς ἀργυρίου πέπρακαν τοὺς ἀδελφούς, τοὺς πολεμίους κατʼ αὐτῶν ἀπολύσαντες.Y avisado el Macabeo de lo ocurrido, reunió a los jefes del pueblo y los acusó de haber vendido por dinero a sus hermanos, soltando contra ellos a sus enemigos.

22τούτους μέν οὖν προδότας γενομένους ἀπέκτεινεν, καὶ παραχρῆμα τοὺς δύο πύργους κατελάβετο.Y a éstos, por haberse hecho traidores, los mató; y al punto tomó las dos torres.

23τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος, ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασινμ πλείους τῶν δισμυρίων.Y prosperándole todo en las manos con las armas, destruyó en las dos fortalezas a más de veinte mil.

24Τιμόθεος δὲ ὁ πρῶτον ἡττηθεὶς ὑπὸ τῶν Ἰουδαίων, συναγαγὼν ξένας δυνάμεις πανπληθεῖς καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους, παρῆν ὡς δοριάλωτον λημψόμενος τὴν Ἰουδαίαν.Y Timoteo, el que antes había sido derrotado por los judíos, reuniendo un gran número de tropas extranjeras y juntando no pocos caballos de Asia, se presentó dispuesto a tomar Judea por las armas.

25οἱ δὲ περὶ τὸν Μακκαβαῖον, συνεγγίζοντος αὐτοῦ, πρὸς ἱκεσίαν τοῦ θεοῦ γῇ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες,Y los del Macabeo, al acercarse él, para suplicar a Dios se echaron tierra sobre la cabeza y se ciñeron los lomos de saco;

26ἐπὶ τὴν ἀπέναντι τοῦ θυσιαστηρίου κρηπῖδα προσπεσόντες, ἠξίουν ἵλεων αὐτοῖς γενόμενον ἐχθρεῦσαι τοῖς ἐχθροῖς αὐτῶν, καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις, καθὼς καὶ ὁ νόμος διασαφεῖy postrándose ante el basamento que hay delante del altar, pedían que, mostrándoseles propicio, fuera enemigo de sus enemigos y adversario de sus adversarios, como declara la ley.

27γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως, ἀναλαβόντες τὰ ὅπλα, προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον· συνεγγίσαντες δὲ τοῖς πολεμίοις, ἐφʼ ἑαυτῶν ἦσαν.Y levantándose de la oración, tomando las armas, avanzaron desde la ciudad bastante lejos; y acercándose a los enemigos, se detuvieron.

28ἄρτι δὲ τῆς ἀνατολῆς διαχεομένης, προσέβαλλον ἑκάτεροι· οἱ μέν οὖν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετὰ ἀρετῆς τὴν ἐπὶ τὸν κύριον καταφυγήν, οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν.Y apenas se difundía la aurora, atacaron unos y otros: los unos teniendo como prenda de éxito y de victoria, además de su valor, el refugio en el Señor; los otros tomando por guía de los combates su propia furia.

29γινομένης δέ καρτεράς μάχης, ἐφάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐφʼ ἵππων χρυσοχαλίνων πέντε ἄνδρες διαπρεπεῖς, καὶ ἀφηγούμενοι τῶν Ἰουδαίων οἱ δύοY trabándose una dura batalla, se aparecieron a los adversarios desde el cielo cinco hombres magníficos sobre caballos de frenos de oro, que se pusieron al frente de los judíos;

30καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες, καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις, ἄτρωτον διεφύλασσον· εἰς δὲ τοὺς ἐναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερίπτουν· διὸ συγχυθέντες ἀορασία, διεκόπτοντο ταραχῆς πεπληρωμένοι.y tomando en medio al Macabeo y cubriéndolo con sus armaduras, lo guardaban ileso; y contra los enemigos lanzaban saetas y rayos, de modo que, confundidos por la ceguera, eran destrozados, llenos de espanto.

31κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις, ἱππεῖς δέ ἑξακόσιοι.Y fueron degollados veinte mil quinientos, y seiscientos jinetes.

32Αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γάζαρα λεγόμενον ὁχύρωμα, εὖ μάλα φρούριον, στρατηγοῦντος ἐκεῖ Χαιρέου.Y el mismo Timoteo huyó a la fortaleza llamada Gazara, plaza muy bien guarnecida, donde mandaba Quereas.

33οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἀσμένως περιεκάθισαν τὸ φρούριον ἡμέρας τεσσεράκοντα.Y los del Macabeo cercaron con ánimo la fortaleza durante cuarenta días.

34οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τοπου πεποιθότες, ὑπεράγαν ἐβλασφήμουν, καὶ λόγους ἀθεμίτους προιέντες.Y los de dentro, confiados en lo escarpado del lugar, blasfemaban desmedidamente y proferían palabras impías.

35ὑποφαινούσης δέ τῆς πέμπτης ἡμέρας καὶ εἰκοστῆς, νεανίαι τῶν περὶ τὸν Μακκαβαῖον πυρωθέντες τοῖς θυμοῖς διὰ τὰς βλασφημίας, προσβαλόντες τῷ τείχει, ἀρρενωδῶς καὶ θηριώδει θυμῷ τὸν ἐμπίπτοντα ἔκοπτον.Y al despuntar el día veinticinco, unos jóvenes de los del Macabeo, encendidos de ira por las blasfemias, asaltaron la muralla, y con ánimo viril y furia de fiera iban derribando al que encontraban.

36ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον, ἐνεπίμπρων τοὺς πύργους, καὶ πυρὰς ἀνάπτοντες, ζῶντας τοὺς βλασφήμους κατέκαιον· οἱ δὲ τὰς πύλας διέκοπτον, εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν,Y otros, subiendo igualmente mientras los de dentro estaban distraídos, incendiaban las torres, y encendiendo hogueras quemaban vivos a los blasfemos; y otros derribaban las puertas, y dando entrada al resto de la tropa, ocuparon la ciudad,

37καὶ τὸν Τιμόθεον ἀποκεκρυμμένον ἔν τινι λάκκῳ κατέσφαξαν καὶ τὸν τούτου ἀδελφὸν Χαιρέαν καὶ τὸν Ἀπολλοφάνην.y degollaron a Timoteo, que estaba escondido en una cisterna, y a Quereas su hermano, y a Apolófanes.

38ταῦτα δὲ διαπραξάμενοι, μεθʼ ὕμνων καὶ ἐξομολογήσεως εὐλόγουν τῷ κυρίῳ τῷ μεγάλως εὐεργετοῦντι τὸν Ἰσραὴλ καὶ τὸ νῖκος αὐτοῖς διδόντι.Y hecho esto, con himnos y acción de gracias bendecían al Señor, que hace grandes beneficios a Israel y les da la victoria.

Abrir 2 Macabeos 10 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario