2 Macabeos 12

Septuaginta · texto en griego y traducción al español · traducción hecha directamente del griego para esta edición

1Γενομένων δὲ τῶν συνθηκῶν τούτων, ὁ μέν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα, οἱ δὲ Ἰουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο.Hechos estos acuerdos, Lisias se volvió al rey, y los judíos se dedicaron a la labranza.

2τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ Ἀπολλώνιος ὁ τοῦ Γενναίου, ἔτι δὲ Ἱερώνυμος καὶ Δημοφών, πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης, οὐκ εἴων αὐτοὺς εὐσταθεῖν καὶ τὰς ἡσυχίας ἄγειν.Pero los gobernadores de aquellas regiones, Timoteo y Apolonio hijo de Geneo, y además Jerónimo y Demofonte, y con ellos Nicanor, el gobernador de Chipre, no los dejaban vivir en paz ni estar tranquilos.

3Ἰοπποῖται δὲ τηλικοῦτο συνετελέσαντο δυσσέβημα, παρακαλέσαντες τοὺς ἐν ἑαυτοῖς οἰκοῦντας Ἰουδαίους ἐμβῆναι εἰς τὰ παρακατασταθέντα ὑπʼ αὐτῶν σκάφη σὺν γυναιξὶν καὶ τέκνοις, ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας·Y los de Jope cometieron esta gran impiedad: invitaron a los judíos que vivían entre ellos a embarcarse con sus mujeres y sus hijos en unas barcas que ellos habían dispuesto, como si no hubiera ninguna enemistad contra ellos;

4μετὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα καὶ τούτων ἐπιδεξαμένων, ὡς ἂν εἰρηνεύειν θελόντων καὶ μηδὲν ὕποπτον ἐχόντων, ἀχθέντας αὐτους ἐβύθισαν ὄντας οὐκ ἔλαττον τῶν διακοσίων.y siendo esto por decisión común de la ciudad, y habiéndolo ellos aceptado, como quienes quieren la paz y no sospechan nada, los llevaron mar adentro y los hundieron, siendo no menos de doscientos.

5μεταλαβὼν δὲ ὁ Ἰούδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα, παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσινY cuando supo Judas la crueldad cometida contra los de su pueblo, dio orden a los hombres que estaban con él,

6καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν θεόν, παραγενόμενος ἐπὶ τοὺς μιαιφόνους τῶν ἀδελφῶν, τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησεν καὶ τὰ σκάφη κατέφλεξεν, τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησεν.e invocando a Dios, el juez justo, fue contra los asesinos de sus hermanos: de noche incendió el puerto y quemó las barcas, y a los que allí se habían refugiado los pasó a cuchillo.

7τοῦ δὲ χωρίου συνκλεισθέντος, ἀνέλυσεν, πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν Ἰοππιτῶν ἐκριζῶσαι πολίτευμα.Y como el recinto estaba cerrado, se retiró, con intención de volver y arrancar de raíz toda la comunidad de los de Jope.

8μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ἰαμνίᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς κατοικοῦσιν Ἰουδαίοις,Y sabiendo que también los de Jamnia querían hacer lo mismo con los judíos que vivían entre ellos,

9καὶ τοῖς Ἰαμνίταις νυκτὸς ἐπιβαλὼν ὑφῆψεν τὸν λιμένα σὺν τῷ στόλῳ, ὥστε ἐπιφαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ Ἰεροσόλυμα, σταδίων ὄντων διακοσίων τεσσεράκοντα.cayó de noche sobre los de Jamnia e incendió el puerto con la flota, de modo que el resplandor del fuego se veía en Jerusalén, a doscientos cuarenta estadios de distancia.

10Ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἐννέα, ποιουμένων τὴν πορίαν ἐπὶ τὸν Τιμόθεον, ἐπέβαλλον Ἄραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ πεντακόσιοι.Y alejados de allí nueve estadios, mientras marchaban contra Timoteo, cayeron sobre él unos árabes, no menos de cinco mil hombres y quinientos jinetes.

11γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν περὶ τὸν Ἰούδαν διὰ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν εὐημερησάντων, ἐλαττονωθέντες οἱ νομάδες ἠξίουν δοῦναι τὸν Ἰούδαν δεξιὰν αὐτοῖς, ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς.Y trabándose una dura batalla, y saliendo victoriosos los de Judas por el auxilio de Dios, los nómadas, derrotados, pidieron a Judas que les diera la mano, prometiéndole darle ganado y ayudarle en lo demás.

12Ἰούδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους, ὑπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς· καὶ λαβόντες δεξιὰς εἰς τὰς σκηνὰς ἐχωρίσθησαν.Y Judas, comprendiendo que en verdad podían serle útiles en muchas cosas, accedió a hacer las paces con ellos; y recibida la mano, se retiraron a sus tiendas.

13Ἐπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεφυροῦν, ὀχυρὰν καὶ τείχεσιν περιπεφραγμένην καὶ πανμιγέσιν ἔθνεσιν κατοικουμένην, ὄνομα δὲ Κασπείν.Y atacó también cierta ciudad de sólidas fortificaciones, rodeada de murallas y habitada por gentes de todas las razas, llamada Caspín.

14οἱ δὲ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι τῇ τε τῶν βρωμάτων παραθέσει, ἀναγωγότερον ἐχρῶντο τοῖς περὶ τὸν Ἰούδαν, λοιδοροῦντες, καὶ προσέτι βλασφημοῦντες καὶ λαλοῦντες ἃ μὴ θέμις.Y los de dentro, confiados en la solidez de las murallas y en sus provisiones de víveres, trataban con insolencia a los de Judas, injuriándolos, y además blasfemando y diciendo lo que no es lícito.

15οἱ δὲ περὶ τὸν Ἰούδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην, τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ἰεριχὼ κατὰ τοὺς Ἰησοῦ χρόνους, ἐνέσεισαν θηριωδῶς τῷ τείχει·Pero los de Judas, invocando al gran Soberano del mundo, al que sin arietes ni máquinas de guerra derribó a Jericó en tiempos de Josué, se lanzaron como fieras contra la muralla;

16καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ θεοῦ θελήσει ἀμυθήτους ἐποιήσαντο σφαγάς, ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίους δύο καταρρεῖν τὸ αἷμα πεπληρωμένην φαίνεσθαι.y tomando la ciudad por voluntad de Dios, hicieron una matanza indescriptible, de modo que el lago vecino, de dos estadios de ancho, parecía desbordar lleno de sangre.

17Ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα καὶ πρὸς τοὺς λεγομένους Τουβεινοὺς Ἰουδαίους.Y alejados de allí setecientos cincuenta estadios, llegaron a Járaca, donde los judíos llamados tubianos.

18καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον, ἄπρακτον τότε ἐκ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν.Y a Timoteo no lo hallaron en aquellos lugares, pues se había retirado de allí sin haber hecho nada, aunque había dejado en cierto lugar una guarnición muy bien fortificada.

19Δωσίθεος δὲ καὶ Σωσίπατρος, τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων, ἐξοδεύσαντες τοὺς ὑπὸ Τιμοθέου ἀπώλεσαν καταλειφθέντας ἐν τῷ ὀχυρώματι, πλείους τῶν μυρίων ἀνδρῶν·Pero Dositeo y Sosípatro, jefes de los del Macabeo, saliendo, destruyeron a los que Timoteo había dejado en la fortaleza, más de diez mil hombres.

20ὁ δὲ Μακκαβαῖος, διατάξας τὴν περὶ αὐτὸν στρατιὰν σπειρηδόν, κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπειρῶν· καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησαν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ δισχιλίους καὶ πρὸς τοῖς ἑπτακισχιλίοις.Y el Macabeo, ordenando su ejército en compañías, los puso al frente de las compañías; y se lanzaron contra Timoteo, que tenía consigo ciento veinte mil infantes y nueve mil jinetes.

21τὴν δὲ ἔφοδον μεταλαβὼν Ἰούδου, προεξαπέστειλεν ὁ Τιμόθεος τὰς γυναῖκας καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Κάρνιον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν πάντων τῶν τόπων στενότητα.Y al saber Timoteo la llegada de Judas, envió por delante a las mujeres y a la impedimenta al llamado Carnión; porque aquel lugar era difícil de asediar y de acceso difícil por lo estrecho de todos los pasos.

22ἐπιφανείσης δὲ τῆς Ἰούδου σπείρης πρώτου, καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους, φόβου τε ἐκ τῆς τοῦ τὰ πάντα ἐφορῶντος ἐπιφανίας γενομένης ἐπʼ αὐτούς, εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῇ φερόμενος, ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι.Y al aparecer la primera compañía de Judas, y sobrecogidos de terror los enemigos, y viniendo sobre ellos el espanto por la manifestación del que todo lo ve, echaron a huir, cada uno por su lado, de modo que muchas veces eran heridos por los suyos y traspasados por el filo de sus propias espadas.

23ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον Ἰούδας, συνκεντῶν τοὺς ἀλιτηρίους, διέφθειρεν δὲ εἰς μυριάδας τρεῖς ἀνδρῶν.Y Judas apretaba más la persecución, atravesando a aquellos criminales, y destruyó hasta treinta mil hombres.

24αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δωσίθεον καὶ Σωσίπατρον ἠξίου μετὰ πολλῆς γοητίας ἐξαφεῖναι ὡς σῷον αὐτόν, διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφοὺς ἔχειν, καὶ τούτους ἀλογηθῆναι συμβήσεται·Y el mismo Timoteo, cayendo en manos de los de Dositeo y Sosípatro, les rogaba con mucha astucia que lo soltaran sano y salvo, porque tenía en su poder a los padres de muchos y a los hermanos de otros, y les iría mal si no.

25πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστῆσαι τούτους ἀπημάντους, ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας.Y como asegurara con muchas palabras el compromiso de devolverlos ilesos, lo soltaron por la salvación de sus hermanos.

26Ἐξελθὼν δὲ ἐπὶ τὸ Κάρνιον καὶ τὸ Ἀτεργάτιον, κατέσφαξεν μυριάδας σωμάτων δύο πεντακισχιλίους.Y saliendo contra Carnión y el templo de Atargatis, degolló a veinticinco mil personas.

27μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Ἐφρών, πόλιν ὀχυράν, ἐν ᾗ πάμφυλα ἐν αὐτῇ πλήθη· νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καθεστῶτες εὐρώστως ἀπεμάχοντο· ἔνθα ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον.Y después de la derrota y destrucción de éstos, marchó también contra Efrón, ciudad fortificada, en la que había multitudes de todas las razas; y jóvenes robustos, apostados delante de las murallas, se defendían con vigor; y allí había gran cantidad de máquinas y de proyectiles.

28ἐπικαλεσάμενοι δὲ τὸν δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ὁλκάς, ἔλαβον τὴν πόλιν ὑποχείριον, κατέστρωσαν δὲ τῶν ἔνδον εἰς μυριάδας δύο πεντακισχιλίους.Pero invocando al Soberano que con su poder quebranta las fuerzas de los enemigos, tomaron la ciudad, y tendieron por tierra a veinticinco mil de los de dentro.

29ἀναζεύξαντές τε ἐκεῖθεν, ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν, ἀπέχουσαν ἀπὸ Ἰεροσολύμων σταδίους ἑξακοσίους.Y partiendo de allí, se lanzaron contra la ciudad de los escitas, que dista de Jerusalén seiscientos estadios.

30ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ καθεστώτων Ἰουδαίων ἣν οἱ Σκυθοπολεῖται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν, καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν,Pero atestiguando los judíos allí establecidos la benevolencia que los de Escitópolis habían tenido con ellos, y el trato humano en los tiempos de la desgracia,

31εὐχαριστήσαντες καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι, παρεγενήθησαν εἰς Ἰεροσόλυμα, τῆς τῶν ἑβδομάδων ἑορτῆς οὔσης ὑπογύου.les dieron las gracias y los exhortaron a seguir siendo benévolos con su pueblo, y llegaron a Jerusalén, estando ya cerca la fiesta de las semanas.

32Μετὰ δὲ τὴν λεγομένην πεντηκοστὴν ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ἰδουμαίας στρατηγόν.Y después de la llamada Pentecostés, marcharon contra Gorgias, el gobernador de Idumea.

33ἐξῆλθεν δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων·Y él salió con tres mil infantes y cuatrocientos jinetes;

34παραταξαμένους δὲ συνέβη πεσεῖν ὀλίγους τῶν Ἰουδαίων.y trabada la batalla, sucedió que cayeron unos pocos de los judíos.

35Δωσίθεος δέ τις τῶν τοῦ Βακήνορος, ἔφιππος ἀνὴρ καὶ καρτερός, εἴχετο τοῦ Γοργίου, καὶ λαβόμενος τῆς χλαμύδος, ἦγεν αὐτὸν εὐρώστως, καὶ βουλομένου τὸν κατάρατον λαβεῖν ζωγρείαν, τῶν ἱππέων τινὸς Θρᾳκῶν ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος, διέφυγεν Γοργίας εἰς Μαρισά.Y un tal Dositeo, de los de Bacenor, hombre de a caballo y fuerte, tenía agarrado a Gorgias, y asiéndolo de la clámide lo arrastraba con vigor; y queriendo coger vivo a aquel maldito, uno de los jinetes tracios cayó sobre él y le cortó el hombro, y Gorgias escapó a Marisa.

36τῶν δὲ περὶ τὸν Ἔσδριν ἐπὶ πλεῖον μαχομένων καὶ κατακόπων ὄντων, ἐπικαλεσάμενος Ἰούδας τὸν κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν φανῆναι τοῦ πολέμου,Y como los de Esdrías llevaran mucho tiempo peleando y estuvieran agotados, invocó Judas al Señor para que se manifestara como su aliado y guía en la batalla;

37καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθʼ ὕμνων κραυγήν, ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν τροπὴν ἐποιήσατο αὐτῶν.y entonando en la lengua de sus padres el grito de guerra con himnos, y cayendo de improviso sobre los de Gorgias, los puso en fuga.

38Ἰούδας δὲ ἀναλαβὼν τὸ στράτευμα ἧκεν εἰς Ὀδολλὰμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης, κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διῆγεν.Y Judas, recogiendo su ejército, llegó a la ciudad de Odolam; y llegando el día séptimo, se purificaron según la costumbre y guardaron allí el sábado.

39τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν Ἰούδαν, καθʼ ὃν χρόνον τὸ τῆς χρείας ἐγεγόνει, τὰ σώματα τῶν προπεπτωκότων ἀνακομίσασθαι καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους.Y al día siguiente fueron los de Judas, al tiempo en que ya era necesario hacerlo, a recoger los cuerpos de los caídos y a llevarlos, con sus parientes, a los sepulcros de sus padres.

40εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ Ἰαμνίας εἰδώλων, ἀφʼ ὧν ὁ νόμος ἀπήργει τοὺς Ἰουδαίους· τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι.Y hallaron bajo las túnicas de cada uno de los muertos objetos consagrados de los ídolos de Jamnia, cosa que la ley prohíbe a los judíos; y fue claro para todos que por esta causa habían caído.

41πάντες οὖν εὐλογησαντες τὰ τοῦ δικαιοκρίτου κυρίου τοῦ τὰ κεκρυμμένα φανερὰ ποιοῦντος,Todos, pues, bendiciendo la obra del Señor, juez justo, que hace manifiesto lo oculto,

42εἰς ἱκεσίαν ἐτράπησαν, ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι· ὁ δὲ γενναῖος Ἰούδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν αὑτοὺς ἀναμαρτήτους εἶναι, ὑπ᾿ ὄψιν ἑωρακότας τὰ γεγονότα διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν.se volvieron a la súplica, pidiendo que el pecado cometido fuera borrado del todo. Y el noble Judas exhortó a la multitud a guardarse de pecar, viendo con sus propios ojos lo que había sucedido por el pecado de los caídos.

43ποιησάμενός τε κατʼ ἀνδρολογεῖον εἰς ἀργυρίου δραχμὰς δισχιλίας ἀπέστειλεν εἰς Ἰεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν, πάνυ καλῶς καὶ ἀστείως πράττων, ὑπὲρ ἀναστάσεως ἀναλογιζόμενος.Y haciendo una colecta entre los hombres, hasta dos mil dracmas de plata, las envió a Jerusalén para que se ofreciera un sacrificio por el pecado, obrando muy bien y noblemente, pensando en la resurrección;

44εἰ μὴ γὰρ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν καὶ ληρῶδες ὑπὲρ νεκρῶν εὔχεσθαι·porque, si no esperara que los caídos habían de resucitar, sería superfluo y ridículo orar por los muertos;

45εἴτε ἐμβλέπων τοῖς μετʼ εὐσεβίας κοιμωμένοις κάλλιστον ἀποκείμενον εὐχαριστήριον, ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια. ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο, τῆς ἁμαρτίας ἀπολυθῆναι.y también porque miraba la hermosísima recompensa reservada a los que se duermen con piedad: pensamiento santo y piadoso. Por eso hizo la expiación por los muertos, para que quedaran libres del pecado.

Abrir 2 Macabeos 12 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario