2 Macabeos 3

Septuaginta · texto en griego y traducción al español · traducción hecha directamente del griego para esta edición

1Γῆς ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης, καὶ τῶν νόμων ὅτι κάλλιστα συντηρουμένων διὰ τὴν Ὀνείον τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν,Habitándose la ciudad santa en toda paz, y guardándose las leyes de la mejor manera, por la piedad del sumo sacerdote Onías y su aborrecimiento del mal,

2συνέβαινεν καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾷν τὸν τόπον, καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν·sucedía que hasta los mismos reyes honraban aquel lugar y glorificaban el templo con los mejores presentes,

3ὥστε καὶ Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν θυσιῶν ἐπιβάλλοντα δαπανήματα.de modo que hasta Seleuco, el rey de Asia, costeaba de sus propias rentas todos los gastos que corresponden al servicio de los sacrificios.

4Σίμων δέ τις ἐκ τῆς Βενιαμεὶν φυλῆς προστάτης τοῦ ἱεροῦ καθεσταμένος, διηνέχθη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας.Pero un tal Simón, de la tribu de Benjamín, nombrado administrador del templo, tuvo un altercado con el sumo sacerdote acerca de la inspección del mercado de la ciudad.

5καὶ νικῆσαι τὸν Ὀνίαν μὴ δυνάμενος, ἦλθεν πρὸς Ἀπολλώνιον Θρασαίου, τὸν κατʼ ἐκεῖνον τὸν καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγόν.Y no pudiendo vencer a Onías, se fue a Apolonio hijo de Traseo, que por aquel tiempo era gobernador de Celesiria y Fenicia,

6καὶ προσήγγειλεν περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν Ἰεροσολύμοις γαζοφυλάκιον, ὥστε τὸ πλῆθος τῶν διαφόρων ἀναρίθμητον εἶναι, καὶ μὴ προσενεγκεῖν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον, εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ταῦτα.y le denunció que el tesoro de Jerusalén estaba lleno de riquezas incalculables, de modo que la cantidad de dinero era innumerable, y que no correspondía a la cuenta de los sacrificios, y que era posible que todo aquello cayera bajo la autoridad del rey.

7συμμίξας δὲ Ἀπολλώνιος τῷ βασιλεῖ, περὶ τῶν μηνυθέντων αὐτῷ χρημάτων ἐνεφάνισεν· ὁ δέ προχειρισάμενος Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλεν, δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι.Y Apolonio, en una entrevista con el rey, le informó del dinero que se le había denunciado. Y él designó a Heliodoro, el encargado de los negocios, y lo envió con órdenes de llevar a cabo la recaudación del dinero dicho.

8εὐθέως δὲ ὁ Ἡλιόδωρος ἐποιεῖτο τὴν πορίαν, τῇ μέν ἐνφάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδεῦσαι, τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόθεσιν ἐπιτελεῖν.Y al punto emprendió Heliodoro el viaje, en apariencia para inspeccionar las ciudades de Celesiria y Fenicia, pero en realidad para cumplir el propósito del rey.

9παραγενηθεὶς δὲ εἰς Ἰεροσόλυμα, καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθείς, ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστιν διεσαφήνισεν· ἐπυνθάνετο δὲ εἰ ταῖς ἀληθείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει.Y llegado a Jerusalén, y recibido con benevolencia por el sumo sacerdote de la ciudad, le expuso la denuncia recibida y le declaró a qué había venido; y preguntaba si en verdad las cosas eran así.

10τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν,Y el sumo sacerdote le mostró que aquello eran depósitos de viudas y de huérfanos,

11τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Γωβίου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου—οὐχ οὕτως διαβάλλων ὁ δυσσεβὴς Σίμων—τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια·y una parte de Hircano hijo de Tobías, hombre de posición muy elevada —y no como calumniaba el impío Simón—, y que el total eran cuatrocientos talentos de plata y doscientos de oro;

12ἀδικῆσαί τε τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλία, παντελῶς ἀμήχανον εἶναιy que era del todo imposible hacer agravio a los que se habían fiado de la santidad del lugar y de la majestad e inviolabilidad del templo venerado en todo el mundo.

13ὁ δ᾿ ἕτερος, δι᾿ ἂς εἶχεν βασιλικὰς ἐντολάς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταῦτα εἶναι.Pero el otro, por las órdenes reales que tenía, decía que aquello había de pasar de todos modos al tesoro del rey.

14Ταξάμενος δέ ἡμέραν εἰσῄει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων· ἦν δὲ οὐ μικρὰ καθʼ ὅλην τὴν πόλιν ἀγωνία.Y fijado el día, entró a disponer la inspección de aquello; y no era pequeña la angustia por toda la ciudad.

15οἱ δὲ ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ῥίψαντες ἑαυτοὺς ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παρακαταθήκης νομοθετήσαντα τοῖς παρακαταθεμένοις ταῦτα σῷα διαφυλάξαι.Y los sacerdotes, arrojándose delante del altar con sus vestiduras sacerdotales, invocaban al cielo, al que dio la ley sobre los depósitos, para que guardase intacto aquello a los que lo habían depositado.

16ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως εἰδέαν τιτρώσκεσθαι τὴν διάνοιαν· ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέφαινεν τὴν κατὰ ψυχὴν ἀγωνίαν·Y al ver el semblante del sumo sacerdote se le hería a uno el alma, porque su rostro y su color demudado manifestaban la angustia de su alma;

17περιεκέχυτο γὰρ ἐπὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος, δι᾿ ὧν πρόδηλον ἐγίνετο τοῖς θεωροῦσιν τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος.pues se había derramado sobre aquel hombre un temor y un estremecimiento del cuerpo, por los cuales se hacía evidente a los que lo miraban el dolor que tenía en el corazón.

18οἱ δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετίαν, διὰ τὸ μὴ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον.Y los de las casas salían en tropel a una súplica general, porque el lugar estaba a punto de caer en desprecio.

19ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυνον· αἱ δὲ κατάκλειστοι τῶν παρθένων, αἱ μέν συνέτρεχον ἐπὶ τοῖς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν θυρίδων διέκυπτον.Y las mujeres, ceñidas de saco bajo los pechos, llenaban las calles; y de las doncellas recluidas, unas corrían a los pórticos, otras a las murallas, y algunas se asomaban por las ventanas.

20πᾶσαι δέ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν·Y todas, tendiendo las manos al cielo, hacían su plegaria.

21ἐλεεῖν δὲ τὴν τοῦ πλήθους πανμιγῆ πρόπτωσιν, τὴν τε τοῦ μεγάλως ἀγωνιῶντος ἀρχιερέως προσδοκίον.Y daba lástima la postración confusa de la multitud y la expectación del sumo sacerdote en su gran angustia.

22Ιἱ μέν οὗν ἐπεκαλοῦντο τὸν πανκρατῆ κύριον τὰ πεπιστευμένα τοῖς πεπιστευκόσιν σῶα διαφυλάσσειν μετὰ πάσης ἀσφαλείας.Ellos, pues, invocaban al Señor todopoderoso que guardase intacto con toda seguridad lo confiado a los que lo habían recibido en depósito.

23ὁ δὲ Ἡλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει.Y Heliodoro llevaba a cabo lo resuelto.

24αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος, ὁ τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφανίαν μεγάλην ἐποίησεν, ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν, καταπλαγέντας τὴν τοῦ θεοῦ δύναμιν, εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι.Y estando ya allí mismo con sus guardias junto al tesoro, el Soberano de los espíritus y de toda potestad hizo una gran manifestación, de modo que todos los que se habían atrevido a entrar, aterrados por el poder de Dios, cayeron en desfallecimiento y en pavor.

25ὤφθη γάρ τις ἵππος αὐτοῖς φοβερὸν ἔχων τὸν ἐπιβάτην, καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος, φερόμενος δὲ Ῥύθην ἔσεισεν τῷ Ἡλιοδώρῳ τὰς ἐνπροθεσίους ὁπλάς· ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυσῆν πανοπλίαν ἔχων.Porque se les apareció un caballo con un jinete terrible, adornado con hermosísimos jaeces; y lanzándose con ímpetu, sacudió a Heliodoro con los cascos delanteros. Y el que lo montaba parecía llevar armadura de oro.

26ἕτεροι δὲ δύο ἐφάνησαν αὐτῷ νεανίαι τῇ ῥώμῃ μέν ἐκπρεπεῖς, κάλλιστοι δέ τὴν γλῶσσαν, διαπρεπεῖς δὲ τὴν περιβολήν· οἳ καὶ παριστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως, πολλὰς ἐπιριπτοῦντες αὐτῷ πληγάς.Y se le aparecieron también otros dos jóvenes, notables por su vigor, hermosísimos de palabra, espléndidos de vestidura; los cuales, poniéndose uno a cada lado, lo azotaban sin parar, descargando sobre él muchos golpes.

27ἄφνω δέ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυθέντα συναρπάσαντες καὶ εἰς φόριον ἐνθέντες,Y como cayera de repente a tierra y lo envolviera una gran oscuridad, lo levantaron y lo pusieron en una camilla;

28τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον, ἔφερον ἀβοήθητον αὐτὸν τοῖς ὅλοις καθεστῶτα, φανερῶς τὴν δυναστίαν ἐπεγνωωκότα.y al que poco antes había entrado en el tesoro dicho con gran séquito y con toda su guardia, lo llevaban ahora sin que nada pudiera valerle, reconociendo abiertamente la soberanía de Dios.

29καὶ ὁ μέν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔριπτο·Y él, por obra divina, yacía mudo y privado de toda esperanza y de salvación;

30οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον· καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερόν, τοῦ παντοκράτορος ἐπιφανέντος κυρίου, χαρᾶς καὶ εὐφροσύνης ἐπλήρωτο.y ellos bendecían al Señor, que glorificaba maravillosamente su propio lugar; y el templo, que poco antes estaba lleno de temor y de turbación, al manifestarse el Señor todopoderoso quedó lleno de gozo y de alegría.

31Ταχὺ δέ τινες τῶν τοῦ Ἡλιοδώρου συνήθων ἠξίουν τὸν Ὀνίαν ἐπικαλέσασθαι τὸν ὕψιστον, καὶ τὸ ζῆν χαρίσασθαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ.Y pronto algunos de los allegados de Heliodoro rogaron a Onías que invocara al Altísimo y concediera la vida al que yacía dando ya el último aliento.

32ὕποπτος δέ γενόμενος ὁ ἀρχιερεὺς μή ποτε διάλημψιν ὁ βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν Ἡλιόδωρον ὑπὸ τῶν Ἰουδαίων συντετελέσθαι, προσήγαγεν θυσίαν ὑπέρ τῆς τοῦ ἀνδρὸς σωτηρίς.Y el sumo sacerdote, sospechando que el rey pudiera concebir la idea de que los judíos habían cometido algún crimen contra Heliodoro, ofreció un sacrificio por la salud de aquel hombre.

33ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι, καὶ στάντες εἶπαν Πολλὰ Ὀνίᾳα τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτὸν σοὶ κεχάρισται τὸ ζῆν Κύριος.Y mientras el sumo sacerdote hacía la expiación, los mismos jóvenes se aparecieron otra vez a Heliodoro, vestidos con las mismas ropas, y puestos en pie dijeron: «Da muchas gracias al sumo sacerdote Onías, porque por él te ha concedido el Señor la vida.

34σὺ δὲ ἐξ οὐρανοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ θεοῦ κράτος. ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο.Y tú, azotado desde el cielo, anuncia a todos la grandeza del poder de Dios.» Y dicho esto, desaparecieron.

35ὁ δὲ Ἡλιόδωρος θυσίαν ἀνενεγκὼν τῷ θεῷ, καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῆν περιποιήσαντι, καὶ τὸν Ὀνίαν ἀποδεξάμενος, ἀνεστρατοπέδευσεν πρὸς τὸν βασιλέα·Y Heliodoro, ofreciendo sacrificio a Dios y haciendo grandísimos votos al que le había conservado la vida, y despidiéndose de Onías, volvió con su ejército al rey;

36ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπʼ ὄψιν τεθεαμένος ἔργα τοῦ μεγίστου θεοῦ.y daba testimonio ante todos de las obras del Dios altísimo que había visto con sus propios ojos.

37Τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν Ἡλιόδωραν ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς Ἰεροσόλυμα, ἔφησενY preguntando el rey a Heliodoro quién sería el hombre adecuado para ser enviado otra vez a Jerusalén, respondió:

38Εἴ τινα ἔχεις πολέμιον ἡ πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάνπερ καὶ διασωθῇ, διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα θεοῦ δύναμιν.«Si tienes algún enemigo o conspirador contra el Estado, mándalo allá, y lo recibirás azotado, si es que escapa con vida; porque en torno a aquel lugar hay verdaderamente algún poder de Dios.

39αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηθὸς ἐκείνου τοῦ τόπου, καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει.Porque el que tiene su morada en el cielo vigila aquel lugar y lo socorre, y a los que llegan para hacerle daño los hiere y los destruye.»

40καὶ τὰ μέν καθʼ Ἡλιόδωρον καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν.Y lo tocante a Heliodoro y a la custodia del tesoro pasó así.

Abrir 2 Macabeos 3 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario