2 Reinos 4

Septuaginta · texto en griego

1ἤκουσεν μεμφιβόσθε υἱὸς Σαοὺλ ὅτι τέθνηκεν Ἀβεννὴρ ἐν Χεβρών, καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες Ἰσραὴλ παρείθησαν.

2καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ υἱῷ Σαοὐλ. ὄνομα τῷ ἑνὶ Βαανά, καὶ ὄνομα τῷ δευτέρῳ Ῥηχάβ, υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμείν, ὅτι Βηρὼθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμείν.

3καὶ ἀπέδρασαν οἱ Βηρωθαῖοι εἰς Γεθθάι, ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης.

4Καὶ τῷ υἱῷ Σαοὺλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε, καὶ οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαοὺλ καὶ Ἰωναθὰν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ισραήλ, καὶ ἦρεν αὐτὸν ὁ τιθηνὸς αὐτοῦ καὶ ἔφυγεν· καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτόν καὶ ἀναχωρεῖν, καὶ ἔπεσεν καὶ ἑ καὶ ὄνομα αὐτῷ Μεμφιβόσθε.

5Καὶ ἐπορεύθησαν τοῦ Βεηρωθαίου Ῥεκχὰ καὶ Βαὰμ καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμφιβόσθε, καὶ αὐτὸς ἐκάθευδεν ἐν τῆ κοίτη τῆς μεσημβρίας.

6καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καἰ ἐκάθευδεν, καὶ Ῥεκχὰ καὶ βάμμα οἱ ἀδελφοὶ διέλαθον.

7καὶ εἰσῆλθον εἰς τὸν οἶκον, καὶ Μεμφιβόσθε ἐκάθευδεν ἐπὶ τῆς αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ· καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν, καὶ ἀναφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ, καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα.

8καὶ ἤνεγκαν τὴν κεφαλὴν μεμφιβόσθε τῷ Δαυεὶδ εἰς Χεβρών, καὶ εἶπαν πρὸς τὸν βασιλέα Ἴδου ἡ κεφαλὴ Μεμφιβόσθε υἱοῦ Σαοὺλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου· καὶ ἔδωκεν κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαοὺλ τοῦ ἐχθροῦ σου κοὶ ἐκ τοῦ σπέρματος αὐτοῦ.

9καὶ ἀπεκρίθη Δαυεὶδ τῷ Ῥεκχὰ καὶ τῶ Βαὰμ ἀδελφῷ αὐτοῦ υἱοῖς Ῥεμμὼν τοῦ Βηρωθαίου καὶ αὐτοῖς Ζῇ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης

10ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέθνηκεν Σαοὺλ καὶ αὐτὸς ἦν ὡς εὐαλλελιζόμενος ἐνώπιόν μου, καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν Σεκελάκ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια.

11καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάνκασιν κάσιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολεθρεύσω ὑμᾶς ἐκ τῆς γῆς.

12καὶ ἐνετείλατο Δαυεὶδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτέννουσιν αὐτούς· καὶ κολοβοῦσιν τὰς χεῖρας οὕτων καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρών, καὶ τὴν κεφαλὴν Μεμφιβόσθε ἔθαψαν ἐν τῷ τάφῳ Ἀβεννὴρ υἱοῦ Νήρ.

Abrir 2 Reinos 4 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario