Septuaginta · texto en griego
1Καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς Δαυεὶδ εἰς Χεβρὼν καὶ εἶπαν αὐτῷ Ἴδου ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς.
2καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως ἐφ’ ἡμῖν σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ, καὶ εἶπεν Κύριος πρὸς σέ Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσει εἰσηγούμενος ἐπὶ τὸν Ἰσραήλ.
3καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρὼν, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς ΔΑυεὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον κυρίου, καὶ χρίουσιν τὸν Δαυεὶδ εἰς βασιλέα ἐπὶ πάντα Ισραήλ.
4Υἱὸς τριάκοντα ἐτῶν Δαυεὶδ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ τεσσεράκοντα ἣ ἐβασίλευσεν·
5ἑπτὰ ἔτη καὶ ἓξ μῆνας ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν Ἰούδα, καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν ἐν Ἰερουσαλήμ.
6Καὶ ἀπῆλθεν Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἰερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν, καὶ ἐρρέθη τῷ Δαυείδ οὐκ εἰσελεύσει ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυεὶδ ὧδε.
7καὶ κατελάβετο Δαυεὶδ τὴν περιοχὴν Σειών, αὕτη πόλις τοῦ Δαυείδ.
8καὶ εἶπεν Δαυεὶδ τῇ ἡμέρᾳ ἐκείνῃ Πᾶς τύπτων Ἰεβουσαῖου ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυείδ· διὰ τοῦτο ἐροῦσιν τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου.
9καὶ ἐκάθισεν ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυείδ· καὶ ᾠκοδόμησεν αὐτὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ.
10καὶ διεπορεύετο Δαυεὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος Παντοκράτωρ μετ’ αὐτοῦ.
11καὶ ἀπέστειλεν Χειρὰμ βασιλεὺς Τύρου γέλους πρὸς Δαυεὶδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέ· κτονας λίθων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυείδ.
12καὶ ἔγνω ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ὅτι βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.
13Καὶ ἔλαβεν Δαυδὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ μετὰ τὸ ἐλθεῖν αὐτὸν εἰς Χεβρών· καὶ ἐγένοντο τῷ Δαυεὶδ ἔτι υἱοὶ καὶ θυγατέρες.
14καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Σαμμοῦς καὶ Σωβὰβ καὶ Ναθὰν καὶ Σαλωμών,
15καὶ Ἐβεὰρ καὶ Ἐλεισοῦς καὶ Νάφεκ καὶ Ἰεφίες,
16καὶ Ἐλεισομὰ καὶ Ἐπιδαὲ καὶ ἄν, Ἰεβαάρ, Ναγέδ, Νάφεκ, Ἰαναθά, Λεασαμύς, Βααλειμάθ, Ἐλειφάαθ.
17Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι κέχρισται ἠλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυείδ· καὶ ἤκουσεν ΔΑυείδ, καὶ κατέβη εἰς τὴν περιοχήν.
18καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν Τιτάνων.
19καὶ ἠρώτησεν Δαυεὶδ διὰ κυρίου λέγων Εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν κύριος πρὸς Δαυείδ Ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου.
20καὶ ἦλθεν Δαυεὶδ ἐκ τῶν ἐπάνω διακοπῶν ἔκοψεν τοὺς ἀλλοφύλους ἐκεῖ, καὶ εἶπεν Δαυείδ Διέκοψεν Κύριος τοὺς ἐχθροὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐπάνω διακοπῶν.
21καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυδὶδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ.
22Καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι, κοὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν Τιτάνων.
23καὶ ἐπηρώτησεν Δαυεὶδ διὰ Κυρίου, καὶ εἶπεν κύριος οὐκ ἀναβήσει εἰς σιν αὐτῶν, ἀποστρέφου ἀπ’ αὐτῶν καὶ παρέσει αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος.
24καὶ ἱστᾶι ἐν τῷ ἀκόῦσαί σε τὴν φωνὴν τοῦ συνκλεισμοῦ ἀπὸ τοῦ ἄλσους τοῦ κλαυθμῶνος, τότε καταβήσει πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμω τῶν ἀλλοφύλων.
25καὶ ἐποίησεν Δαυεὶδ καθὼς ἐνετείλατο αὐτῷ κύριος, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους ἀπὸ Γαβαὼν ἕως τῆς γῆς Γαζηρά.
Abrir 2 Reinos 5 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario