Septuaginta · texto en griego
1Καὶ ἐένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυεὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβεν Δαυεὶδ τὴν ἀφωισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων.
2καὶ ἐπάταξεν Δαυεὶδ τὴν Μωάβ, καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις, κοιμισας αὐτοὺς ἐπὶ τὴν γῆν· καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ κύο σχοινίσματα ἐζώγρησεν· καὶ ἐγένετο Μωὰβ τῷ Δαυεὲθ εἰς δούλους φέροντας ξένια.
3καὶ ἐπάταξεν Δαυεὶδ τὸν Ἁδραάζαρ νἱὸν Ῥαὰβ βασιλέα Σουβά, ποευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην.
4καὶ προκατελάβετο Δαυεὶδ τῶν αὐτοῦ χίλια ἄρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴδοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσεν Δαυεὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελίπετο ἑαυτῷ ἑκατὸν ἅρματα.
5καὶ παραγίνεται Συρία Δαμασκοῦ βονθῆσαι τῷ Ἁδραάζαρ βασιλεῖ Σουβά, καὶ ἐπάταξεν Δαυεὶδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν.
6καὶ ἔθετο Δαυεὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο ὁ Σύτος τῷ Δαυεὶδ εἰς δούλους φέροντας ξένια· καὶ ἔσωσεν Κύριος τὸν Δαυεὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο.
7καὶ ἔλαβεν Δαυεὶδ τοὺς χλίδωνας τοὺς χρυσοῦς οὕς ἐποίησεν ἐπὶ τῶν παίδων τῶν Ἀδραάζαρ βασιλέως Σουβά, καὶ ἤνεγκεν αὐτὰ εἰς Ἰερουσαλήμ· καὶ ἔλαβεν αὐτὰ Σουσακεὶμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ἰερουσαλὴμ ἐν ἡμέραις Ἰεροβοὰμ υἱοῦ Σολομῶντος.
8καὶ ἐκ τῆς Μασβὰκ ἔλαβεν ὁ βασιλεὺς Δαυεὶδ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Ἁδραάζαρ χαλκὸν πολὺν σφύδρα. ἐν αὐτῷ ἐποίησεν Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη.
9Καὶ ἤκουσεν Θούου ὁ βασιλεὺς Ἡμὰθ ὅτι ἐπάταξεν Δαυεὶδ πᾶσαν τὴν δύναμιν Ἁδραάζαρ,
10καὶ ἀπέστειλεν Θόου Ἰεδδουρὰν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυεὶδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὖ ἐπάταξεν τὸν Ἁδραάζαρ. καὶ ἐπάταξεν αὐτόν, ὅτι κείμενος ἦν τῷ Ἀδρααάξαρ. καὶ ἐν ταῖς ἐν ταῖς χερςὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυςᾶ καὶ σκεὺη χαλκᾶ.
11καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου οὗ ἡγίασεν ἐκ παςῶν τῶν πόλεων ὧν κατεδυνάστευσεν.
12ἐκ τῆς Ἰδουβαίας καὶ ἐκ γῆς Μωὰβ καὶ ἐκ τῶν υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλὴκ καὶ ἐκ τῶν σκύλων Ἁδραάζαρ υἱοῦ Ῥαὰβ βασιλέως Σουβά.
13καὶ ἐποίησεν Δαυεὶδ ὄνομα. καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ἰδουμαίαν ἐν Γεβέλεμ εἰς ὀκτὼκαὶ δέκα χιλάθας.
14καὶ ἔθετο ἐν τῇ Ἰδουμαίᾳ Φρουράν, ἐν παάςῃ τῇ Ἰδουμαίᾳ. καὶ ἐγένοντο πάντες οἱ Ἰδουμῖοι δοῦλοι τῷ βασιλεῖ. καὶ ἔσωσεν Κύριος τὸν Δαυεὶδ ἐν πᾶσιν οἶς ἐπορεύετο.
15Καὶ ἐβασίλευσεν Δαυεὶθ ἐπὶ Ἰσραήλ. καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν πάντα αὐτοῦ·
16καὶ Ἰωὰβ οἱὸς Σαρουίας ἐπὶ τῆς στρατείας, καὶ Ἰωσαφὰτ υἱὸς Ἀχειὰ ἐπὶ τῶν ὑπομνημάτων,
17καὶ Σαδδοὺκ υἱὸς Ἀχειτὼβ καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιθὰρ ἱερεῖς, καὶ Ἀσὰ ὁ γραμματεύς,
18καὶ Βαναὶ υἱὸς Ἰανὰκ σύμβουλος, καὶ ὁ χελεθθεὶ καὶ ὁ Φελεττεί. υἱοὶ Δαυεὶδ αὐλάρχαι ἦσαν.
Abrir 2 Reinos 8 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario