Septuaginta · texto en griego
1καὶ εἶπεν Δαυείδ Εἰ ἔστιν ὑπολελειμμένος τῷ οἴκῳ Σαούλ, καὶ ποιήσω μετ’αὐτοῦ ἔλεος ἔνεκεν Ἰωναθάν;
2καὶ ἐκ τοῦ οἴκου Σαοὺλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σειβά, καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυείδ. καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς Εἱ δὺ εἶ Σειβά;καὶ εἶπεν Ἐγὼ δοῦλος σός.
3καὶ εἶπεν ὁ βασιλεύς Εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαοὺλ ἔτι ἀνήρ, καὶ ποιήσω μετ’ αὐτοῦ ἔλεος θεοῦ ; καὶ εἶπεν Σειβὰ πρὸς τὸν βασιλέα Ἔτι ἔστιν υἱὸς τῷ Ἰωναθὰν πεπληγὼς τοὺς πόδας.
4καὶ εἶπεν ὁ βασιλεύς Ποῦ οὗτος ; καὶ εἶπεν Σειβά πρὸς τὸν βασιλέα Ἰδοὺ ἐν οἴκῳ Μαχεὶρ υἱοῦ Ἀμαὴρ ἐκ τῆς Λαδαβάρ.
5καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυεὶδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχεὶρ υἱοῦ Ἀμειὴλ ἐκ τῆς Λαδαβάρ.
6καὶ παραγίνεται Μεμφιβόσθε υἱὸς Ἰωναθὰν υἱοῦ Σαοὺλ πρὸς τὸν βασιλέα Δαυείδ, καὶ ἔπεσεν ὐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν αὐτῷ Δαυείδ Μεμφιβόσθε· καὶ εἶπεν Ἰδοὺ ὁ δοῦλὸς σου.
7καὶ εἶπεν αὐτῷ Δαυείδ Μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ἰωναθὰν τὸν πατέρα σου, καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαοὺλ ππατρὸς τοῦ πατρός ου, καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός.
8καὶ προσεκύνησεν Μεμφιβόσθε καὶ εἶπεν Τίς εἰμι ὁ δοῦλός σου ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί ;
9καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σειβὰ τὸ παιδάριον Σαοὺλ καὶ εἶπεν πρὸς αὐτόν Πάντα ὅσα ἐστὶν τῷ Σαούλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου.
10καὶ ἐργᾷ αὐτῷ τὴν γῆν, σὺ καὶ οἱ υϊοί σου καὶ οἱ δουλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους καὶ ἔδεται ἄρτους· καὶ Μεμφιβόσθε υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου. καὶ τῷ Σειβὰ ἦσαν πέντε καὶ δέκα υἱοὶ καὶ εἴκοσι δοῦλοι.
11καὶ εἶπεν Σειβὰ πρὸς τὸν βασιλέα Κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός εἶπεν Σειβὰ πρὸς τὸν βασιλέα Κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτως ποιήσει ὁ δοῦλός σου. καὶ Μεμφιβόσθε ἤσθιεν ἐπὶ τῆς τραππέζης Δαυεὶδ καθὼς εἷς τῶν υἱῶν αὐτοῦ τοῦ βασιλέως.
12καὶ τῷ Μεμφιβόσθε υἱὸς μικρὸς καὶ ὅνομα αὐτῷ Μειχά. καὶ πᾶσα ἡ κατοίκησις αὐτοῦ οἴκου Σειβὰ δοῦλοι τοῦ
13καὶ Μεμφιβόσθε κατῴκει ἐν Ἰερουσαλήμ, ὅτι ἐπι τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν· καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποςὶν αὐτοῦ.
Abrir 2 Reinos 9 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario