Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Cantar de los Cantares 7 en hebreo y español.
1Τί δψεοθε ἐν τῆ Σουμανείτιδις ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν. (2) Ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν, θύγατερ Ναδάβ. ὀυθμοὶ μηρῶν σου ὃμοιοι ὁρμίσκοις. ἔργον τεχνίτου.
2ὀμφαλός σου κρατὴρ τορευτός, μὴ ὑστερούμενος κρᾶμα· κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις.
3δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος·
4ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος. οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσεβῶν, ἐν πύλαις θυγατρὸς πολλῶν. μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύωυ πρόσαοπον Δαμασκοῦ.
5κεφαλή σου ἐπὶ σέ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα, βασύιεὺς δεδεμένος ἐν παραδρομαῖς.
6τί ὡραιώθης, καὶ τί ἡδύνθης, ἀγάπη, ἐν τρυφαῖς σους
7τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.
8εἶπα Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶυ ὕψεωυ αὐτοῦ· καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα,
9καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθός, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν.
10Ἐγὼ τῷ ἀδελφιδῷ μου. καὶ ἐπʼ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ.
11ἐλθὲ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν. αὐλισθῶμευ ἐν κώμαις·
12ἐπίστρεφε, ἐπίστρεφε, καὶ ὀψόμεθα ἐν σοί. ὀρθρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμός, ἤνθησαν αἱ ῥὸαι· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.
13οἱ μανδραγόραι ἔδωκαν ὀσμήν, καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα, νέα πρὸς παλαιά, ἀδελφιδέ μου, ἐτήρησά σοι.
Abrir Cantar de los Cantares 7 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario