Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Cantar de los Cantares 8 en hebreo y español.
1τίς δῴη σε ἀδελφιδόν μου, θηλάζοντα μαστοὺς μητρός μους εὑροῦσά σε ἔξω φιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσίν μοι.
2παραλήμψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ,
3εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλὴν μου. ἀπὸ νάματος ῥοῶν σου. καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με.
4Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂυ θελήσῃ.
5Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκαθισμένη. ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτῆς; Ὑπὸ μῆλον ἐξήγειρά σε· ἐκεῖ ὠδίνησέν σε ἡ μήτηρ σου, ἐκεῖ ὠδίνησέν σε ἡ τεκοῦσά σου.
6θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη, σκληρὸς ὡς ᾂδης ζῆλος· περίπτερα αὐτῆς περίπτερα πυρός, φλόγες αὐτῆς·
7ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴυ ἀγάπην, καὶ ποταμοὶ οὐ συνκλύσουσιν αὐτήν. ἐὰν δῷ ἀνὴρ τὸν πάντα βίον αὐτοῦ ἐν τῆ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν.
8Ἀδελφὴ ἡμῖν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει. τί ποιήσωμεν τῇ ἀδελφῇ ἡμῶν ἐν ἡμέρᾳ ᾗ ἐὰν λαληθῇ ἐν αὐτῇ;
9εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπʼ αὐτὴν ἐπάλξεις ἀργυρᾶς· καὶ εἰ θύρα ἐστίν, διαγράψωμεν ἐπʼ αὐτὴν σανίδα κεδρίνην.
10Ἐγὼ τεῖχος, καὶ μαστοί μου πύργοι· ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτῶν ὡς εὑρίσκουσα εἰρήνην.
11ἀμπελὼν ἐγενήθη τῷ Σαλωμὼν ἐν Βεεθλαμών· ἔδωκεν τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν, ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου.
12ἀμπελών μου ἐμὸς ἐνώπιόν μου· οἱ χίλιοι Σαλωμών, καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.
13Ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῇ φωνῇ σου· ἀκούτισόν με.
14Φύγε, ἀδελφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι ἡ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων.
Abrir Cantar de los Cantares 8 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario