Éxodo 35

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Éxodo 35 en hebreo y español.

1Καὶ συνήθροισεν Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ εἶπεν Οὗτοι οἱ λόγοι οὓς εἶπεν κύριος ποιῆσαι αὐτούς.

2ἔξ ἡμέρας ποιήσεις ἔργα, τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμη κατάπαυσις, ἅγιον, σόββατα ἀνάπαυσις κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ τελευτάτω.

3οὐ καύσετε πῦρ ἐν πάσῃ κατοικίᾳ ὑμῶν τῇ ἡμέρᾳ τῶν σαββάτων· ἐγὼ κύριος.

4καὶ εἶπεν Μωσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος λέγων

5Δάβετε παρ’ ὑμῶν αὐτῶν ἀφαίρεμα Τυρίῳ· πᾶς ὁ καταδεχόμενος τῇ καρδίᾳ οἴσουσιν τὰς ἀπαρχὰς Κυρίῳ, χρυσίον ἀργύριον χαλκόν,

6ὐάκινθον πορφύραν κόκκινον διπλοῦν διανενησμένον, βύσσον κεκλωσμένην, καὶ τρίχας αἰγίας,

7καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα, καὶ ξύλα ἄσηπτα,

8καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη.

9καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα ὅσα συνέταξεν κύριος

10τὴν σκηνὴν καὶ τὰ παραρύματα καὶ τὰ διατόνια καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους,

11καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ καταπέτασμα,

12καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐῆς,

13καὶ τοὺς λίθους τῆς σμαράγδου,

14καὶ τὸ θυμίαμα, καὶ τὸ ἔλαιον τοῦ χρίσματος,

15καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς,

16καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη

17καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ,

18καὶ τὰς στολὰς τὰς ἁγίας Ἀαρὼν τοῦ ἱερέως, καὶ τὰς στολὰς ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς,

19καὶ τοὺς χιτῶνας τοῖς υἱοῖς Ἀαρὼν τῆς ἱερατίας, καὶ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ τὸ θυμίαμα τῆς συνθέσεως.

20Καὶ ἐξῆλθεν πᾶσα συναγωγὴ υἱῶν ‘Ισραὴλ ἀπὸ Μωσῆ.

21καὶ ἀνήνεγκαν ἕκαστος ὧν ἔφερεν αὐτῶν ἡ καρδία, καὶ ὅσοις ἔδοξεν τῇ ψυχῇ αὐτῶν, ἀφαίρεμα· κρῖ ἤνεγκαν ἀφαίρεμα εἰς πάντα τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου.

22καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν, πᾶς ᾦ ἔδοξεν τῇ διανοίᾳ ἤνεγκαν σφραγῖδας καὶ ἐνώτια καὶ δακτυλίους καὶ ἐμπλόκια καὶ περιδέξια, πᾶν σκεῦος χρυσοῦν· καὶ πάντες ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου κυρίῳ.

23καὶ παρ’ ᾧ εὑρέθη βύσσος καὶ δέρματα ὑακίνθινα καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, ἤνεγκαν.

24καὶ πᾶς ὁ ἀφαιρῶν τὸ ἀφαίρεμα ἤνεγκαν ἀργύριον καὶ χαλκόν, τὰ ἀφαιρέματα Τυρίῳ· καὶ παρ’ οἷς εὑρέθη ξύλα ἄσηπτα, καὶ εἰς πάντα τὰ ἔργα τῆς ἤνεγκαν.

25καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς ἤνεγκαν νενησμένα, τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον·

26καὶ πᾶσαι αἱ γυναῖκες αἷς ἔδοξεν τῇ διανοίᾳ αὐτῶν ἐν σοφίᾳ ἔνησαν τὰς τρίχας τὰς αἰγίας.

27καὶ οἱ ἤνεγκαν τοὺς λίθους τῆς σμαράγδου καὶ τοὺς λίθους τῆς εἰς τὴν ἐπωμίδα καὶ τὸ λήιον,

28καὶ τὰς συνθέσεις καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὴν σύνθεσιν τοῦ θυμιάματος.

29καὶ πᾶς ἀνὴρ καὶ γυνὴ ᾦν ἔφερεν ἡ διάνοια αὐτῶν εἰσελθόντα ποιεὶν πάντα τὰ ἔργα ὄσα συνέταξεν κύριος ποιῆσαι αὐτὰ διὰ Μωυσῆ, ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ ἀφαίρεμα κυρίῳ.

30Καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Ἰσραήλ ἰδοὺ ἀνακέκληκεν ὁ θεὸς ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ οὐρείου τὸν Ὤρ ἐκ φυλῆς Ἰούδα,

31καὶ ἐνέπλησεν αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης πάντων,

32ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας, ποιεῖν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκόν,

33καὶ λιθουργῆσαι τὸν λίθον, καὶ κατεργάζεσθαι τὰ ξύλα, καὶ ποιεῖν ἐν παντὶ ἔργῳ σοφίας·

34καὶ προβιβάσαι γε ἔδωκεν αὐτῷ ἐν τῇ διανοίᾳ αὐτῷ τε καὶ ’Ελιὰβ τῷ τοῦ ’Αχισαμὰκ ἐκ φυλῆς Δάν·

35ἐνέπλησεν αὐτοὺς σοφίας καὶ συνέσεως διανοίας, πάντα συνιέναι ποιῆσαι τὰ ἔργα τοῦ ἁγίου, ἰαὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ, ποιεῖν πᾶν ἔργον ἀρχιτεκτονίας ποικιλίας. Καὶ ἐποίησεν ἐποίησεν

Abrir Éxodo 35 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario