Éxodo 36

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Éxodo 36 en hebreo y español.

1καὶ Ἐλιὰβ καὶ πᾶς σοφὸς τῇ διανοίᾳ, ᾧ ἐδόθη σοφία καὶ ἐπιστήμη ἐν αὐτοῖς συνιέναι ποιεῖν πάντα τὰ ἔργα κατὰ τὰ ἅγια καθήκοντα, κατὰ πάντα ὅσα συνέταξεν κύριος.

2ἐκάλεσεν Μωσῆς Βεσελὴλ καὶ ’Ελιὰβ καὶ πάντας τοὺς ἔχοντας τὴν σοφίαν, ᾧ ὁ θεὸς ἐπιστήμην ἐν τῇ καρδίᾳ, καὶ πάντας τοὺς ἑκουσίως β νοῦς προσπορεύεσθαι πρὸς τὰ ἔργα ὥστε συντελεῖν αὐτά·

3καὶ ἔλα· βον παρὰ Μωσῆ πάντα τὰ ἀφαιρέματα ἃ ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ εἰς πάντα τὰ ἔργα τοῦ ἁγίου ποιεῖν αὐτά· καὶ αὐτοὶ προσεδέχοντο ἔτι τὰ προσφερόμενα παρὰ τῶν φερόντων τὸ πρωί.

4καὶ παρεγίνοντο πάντες οἱ σοφοὶ οἱ ποιοῦντες τὰ ἔργα τοῦ ἁγίου, ἕκαστος κατὰ τὸ αὐτοῦ ἔργον ὃ ἠργάζοντο αὐτοί.

5καὶ εἶπεν πρὸς Μωυσῆν ὄτι πλῆθος φέρει ὁ λαὸς κατὰ τὰ ἔργα ὅσα συνέταξεν κύριος ποι. ἧσαι.

6καὶ προσέταξεν Μωσῆς, καὶ ἐκήρυξεν ἐν τῇ παρεμβολῇ λέγων Ἀνὴρ καὶ γυνὴ μηκέτι ἐργαζέσθωσαν εἰς τὰς ἀπαρχὰς τοῦ ἁγίου· καὶ ἐκωλύθη ὁ λαὸς ἔτι προσφέρειν.

7καὶ τὰ ἔργα ἦν αὐτοῖς ἱκανὰ εἰς τὴν κατασκευὴν ποιῆσαι, καὶ προσκατέλιπον.

8Καὶ πᾶς σοφὸς ἐν τοῖς ἐργαζομένοις τὰς στολὰς τῶν αἵ εἰσιν Ἀαρὼν τῷ ἱερεῖ, καθὰ συνέταξεν κύριος τῷ

9Καὶ ἐποίησεν τὴν ἐπωμίδα ἐκ χρυσίου καὶ ὑακίνθοῦ καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης.

10καὶ ἐτμήθη τὰ πέταλα τοῦ χρυσίου τρίχες, ὥστε συνυφᾶναι σὺν τῇ ὑακίνθῳ καὶ τῇ πορφύρᾳ καὶ τῷ κοκκίνῳ τῷ διανενησμένῳ καὶ σὺν τῇ βύσσῳ τῇ κεκλωσμένῃ· ἔργον ὑφαντὸν ἐποίησαν αὐτό·

11ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν, ἔργον ὑφαντόν, εἰς ἄλληλα συνπεπλεγμένα καθ’ ἑαυτό.

12ἐξ αὐτοῦ ἐποίησαν, ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ διανενησμένου καὶ βύσσου κεκλωσμένης, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.

13καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συνπεπορπημένους καὶ περισεσιαλωμένους καὶ ἐκκεκολαμμένους ἐκκόλαμμα σφραγῖδος ἐκ τῶν ὀνομάτων τῶν υἰῶν Ἰσραήλ·

14καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος, λίθους μνημοσύνου τῶν υἱῶν Ἰσραήλ, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.

15Καὶ ἐποίησαν λόγιον ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος, ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης·

16τετράγωνον διπλοῦν ἐποίησαν τὸ λήιον, σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος διπλοῦν.

17καὶ συνυφάνθη ἐν αὐτῷ ὕφασμα κατάλιθον τετρόστιχον, στίχος λίθων· σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος ὁ στίχος ὁ εἷς·

18καὶ ὁ στίχος ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις·

19καὶ ὁ στίχος ὁ τρίτος λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος·

20καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον, περικεκυκλωμένα χρυσίῳ καὶ συνδεδεμένα χρυσίῳ.

21καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα, ἐκ τῶν ὀνομάτων αὐτ’ εἰς σφραγῖδας, ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος εἰς τὰς φυλάς.

22Καὶ ἐποίησαν ἐπὶ τὸ λήιον κροσοὺς γμένους, ἔργον ἐμπλοκίου, ἐκ χρυσίου καθαροῦ·

23κ δύο ἀσπιδίσκας χρυσᾶς καὶ δύο δακτυλίους χρυσοῦς.

24καὶ θῆκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπ’ ἀμφοτέρας τὰς τοῦ λογίου·

25καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπ’ ἀμφοτέρων τῶν μερῶν τοῦ λογίου, (18) καὶ εἰς τὰς τὰ δύο ἐμπλόκια,

26καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξ ἔναν. τίας κατὰ πρόσωπον.

27καὶ καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπ’ ἄκρου τοῦ λογίου καὶ ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωμίδος ἔσωθεν.

28καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπ’ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος.

29καὶ συνέσφιγξεν τὸ λόγιον ἀπὸ τῶν δακτυλίων τῶν ἐπ’ αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος, συνεχομένους ἐκ τῆς ὑακίνθου, συνπεπλεγμένους εἰς τὸ ὕφασμα τῆς ἐπωμίδος, ἴνα μὴ χαλᾶται τὸ λήιον ἀπὸ τῆς ἐπωμίδος, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.

30Καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα, ἔργον ὑφαντὸν ὅλον ὑακίνθινον·

31τὸ δὲ περιστόμιον τοῦ ὑποδύτου ἐν τᾦ Μέσῳ διυφασμένον συνπλεκτόν, φὰν ὢν τὸ περιστόμιον ἀδιάλυτον.

32καὶ ἐποίησαν ἐπὶ τοῦ λῶ τοῦ ὑποδύτου κάτωθεν ὡς ἐξανθούσης ῥόας ῥοίσκους, ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης.

33καὶ ἐποίησαν κώδωνας χρυσοῦς, καὶ ἐπέθηκαν τοὺς κώδωνας ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κύκλῳ ἀνὰ μέσον τῶν ῥοίσκων.

34κώδων χρυσοῦς καὶ ῥοίσκος ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ, εἰς τὸ λειτουργεῖν, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.

35Καὶ ἐποίησαν χιτῶνας βυσσίνους ἔργον ὑφαντὸν Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ,

36καὶ τὰς κιδάρεις ἐκ βύσσου, καὶ τὴν μίτραν ἐκ βύσσου, καὶ τὰ περισκελῆ ἐκ βύσσου κεκλωσμένης,

37καὶ τὰς ζώνας αὐτῶν ἐκ βύσσου καὶ ὑακίνθου καὶ πόρ’. φύρας καὶ κοκκίνου νενησμένου, ἔργον ποικιλτοῦ, ὅν τρόπον συνέταξεν κύριος τῷ Μυσῇ.

38καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσοῦν, ἀφόρισμα τοῦ ἁγίου, χρυσίου καθαροῦ·

39καὶ ἔγραψεν ἐπ’ αὐτοῦ γράμματα ἐκτετυπωμένα σφραγῖδος Ἁγίασμα κυρίῳ·

40καὶ ἐπέθηκαν ἐπὶ τὸ λῶμα ὑακίνθινον, ὥστε ἐπικεῖσθαι ἐπὶ τὴν ἄνωθεν, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.

Abrir Éxodo 36 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario