Éxodo 37

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Éxodo 37 en hebreo y español.

11Καὶ ἐποίησαν τῇ σκηνῇ δέκα αὐλαίας· (9)

2ὀκτὼ κα εἴκοσι μῆκος τῆς αὐλαίας τῆς μιᾶς· τὸ αὐτό ἠσαν πάσαις· καἰ τεσσάρων πηχῶν τὸ εὖρος τῆς αὐλαίας τῆς μιᾶς.

3καὶ ἐποίησεν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφάντου χερουβείμ·

4καὶ ἐπέθηκαν αὐτὸ ἐπὶ τέσσαρες στύλους ἀσήπτους κατακεχρυσωμένους ἐν χρυσίῳ· καὶ αἱ κεφαλίδες αὐτῶν Χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ.

5καὶ ἐποίησαν τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν τοῦ χερουκαὶ τοὺς τοὺς στύλους αὐτῶν πέντε καὶ τοὺς κρίκους·

6καὶ τὰς κεφαλίδας αὐτῶν κατεχρύσωσαν χρυσίῳ, καὶ αἱ βάσεις αἱ πέντε Χαλκαῖ. (9)

7Καὶ ἐποίησαν τὴν αὐλήν· τὰ πρὸς λίβα, ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐφ’ ἑκατόν·

8καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι.

9καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν ἑκατὸν ἐφ’ ἑκατόν, καὶ τὸ κλίτος τὸ πρὸς νότον ἑκατὸν ἐφ’ ἑκατόν· καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν

10καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν αὐλαῖαι πεντήκοντα πήχεων· στῦλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα.

11τὸ καὶ τὸ κλίτος τὸ πρὸς ἀνατολὰς πεντήκοντα πήχεων, τὸ κατὰ νώτου

12καὶ οἱ στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς.

13καὶ ἐπὶ τοῦ νώτου τοῦ δευτέρου ἔνθεν καὶ ἔνθεν κατὰ τὴν πύλην τῆς αὐλῆς αὐλαῖαι ἑκατὸν πεντήκοντα πήχεων· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς.

14πὰσαι αὐλαῖαι τῆς σκηνῆς ἐκ βύσσου κεκλωσμένης·

15καὶ αἱ βάσεις τῶν στύλων αὐτῶν χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ, καὶ οἱ στῦλοι περιηργυρωμένοι ἀργυρίῳ, πάντες οἱ στῦλοι τῆς αὐλῆς.

16καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς ἔργον ποικιλτοῦ ἐξ αἰ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, εἴκοσι πήχεων τὸ μῆκος, καὶ τὸ ὕψος καὶ τὸ εὖρος πέντε πήχεων, ἐξισούμενον τοῖς ἱστίοις τῆς αὐλῆς·

17καὶ οἱ στῦλοι τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες Χαλκαῖ, καὶ αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ.

18καὶ αὐτοὶ περιηργυρωμένοι ἀργυρίῳ, καὶ πάντες οἱ πάσσαλοι τῆς αὐλῆς κύκλῳ χαλκοῖ.

19αὕτη ἡ σύνταξις τῆς σκηνῆς τοῦ μαρτυρίου, καθὰ συνετάγη Μωσῇ, τὴν λειτουργίαν εἶναι τῶν Λευειτῶν διὰ ’Ιθαμὰρ τοῦ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.

20καὶ Βεσελεὴλ ὁ τοῦ οὐρείου ἐκ φυλῆς Ἰούδα ἐποίησεν καθὰ συνέταξεν κύριος τῷ Μωσῇ,

21καὶ Ἐλιὰβ ὁ τοῦ Ἀχισαμὰκ ἐκ τῆς φυλῆς Δάν, ὃς ἠρχιτεκτόνησεν τὰ ὑφαντὰ καὶ τὰ ῥαφιδευτὰ καὶ ποι· κιλτικά, ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ.

Abrir Éxodo 37 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario