Ezequiel 2

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Ezequiel 2 en hebreo y español.

1Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου· καὶ ἴδον, καὶ πίπτω ἐπὶ πρόσωπόν μου, καὶ ἤκουσα φωνὴν λαλοῦντος, (1) καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ

2καὶ ἤλθεν ἐπʼ ἐμέ πνεῦμα, καὶ ἀνέλαβέν με καὶ ἐξῆρέν με καὶ ἔστησέν με ἐπὶ τοὺς πόδας μου, καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρὸς μέ,

3καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, ἐξαποστέλλω ἐγὼ σέ πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ, τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας,

4καὶ ἐρεῖς πρὸς αὐτούς Γάδε λέγει Κύριος,

5ἐὰν ἄρα ἀκούσωσιν ἤ πτοηθῶσιν, διότι οἰκος παραπικραίνων ἐστίν, καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν.

6καὶ σύ, υἱὲ ἀνθρώπου, μὴ φοβηθῇς αὐτούς, μηδέ ἐκστῇς ἀπὸ προσάπου αὐτῶν· διότι παροιστρήσουσι καὶ ἐπισυστήσονται ἐπὶ σέ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ φοβηθῇῆς, καὶ ἀπὸ προσώπου αὐτῶν μὴ ἐκστῇς, διότι οἵκος παραπικραίναων ἐστίν.

7καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς, ἐὰν ἄρα ἀκούσωσιν ἤ πτοηθῶσιν, ὅτι οἶκος παραπικραίνων ἐστίν.

8καὶ σύ, υἱὲ ἀνθρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σέ, μὴ γίνου παραπικραίνων καθὼς ὁ οἶκος ὁ παραπικραίὰαων· χάνε τὸ στόμα σου καὶ φάγε ὅ ἐγὼ δίδωμί σοι.

9καὶ ἴδον, καὶ ἰδοὺ χεἱρ ἐκτεταμένη πρὸς μέ, καὶ ἐν αὐτῇ κεφαλὶς βιβλίου·

10καὶ ἀνείλησεν αὐτὴν ἐνώπιον ἐμοῦ, καὶ ἐν αὐτῇ γεγραμμένα ἦν τὰ ἔμπροσθεν καὶ τὰ ὀπίσω, καὶ ἐγέγραπτο θρῆνος καὶ μέλος καὶ οὐαί.

Abrir Ezequiel 2 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario