Ezequiel 3

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Ezequiel 3 en hebreo y español.

1καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, κατάφαγε τὴν κεφαλίδα ταύτην, καὶ πορεύθητι καὶ λάλησον τοῖς υἱοῖς Ἰσραήλ.

2καὶ διήνοιξεν τὸ στόμα μου, καὶ ἐψώμισέν με τὴν κεφαλίδα.

3καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, τὸ στόμα σου φάγεται, καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ. καὶ ἔφαγον αὐτήν, καὶ ἐγένετο ἐν τῷ στόματίμου ὡς μέλι γλυκάζον.

4Καὶ εἶπεν πρὸς μέ ζἱὲ ἀνθρώπου, βάδιζε καὶ ερελθε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτοὺς,

5διότι οὐ πρὸς λαὸν βαθύγλωσσον σὺ ἐξαποστέλλῃ, πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ,

6οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἤ ἀλλογλώσσους οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὅν οὐκ ἀκούσῃ τοὺς λόγους· καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου.

7ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ θελήσουσιν εἰσακοῦσαί σου, διότι οὐ βούλονται εἰσακοῦσαί μου· ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσιν καὶ σκληροκάρδιοι.

8καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέυαντι τῶν προσώπων αὐτῶν, καὶ τὸ υεῖκός σου κατισχύσω κατέναντι τοῦ νείκους αὐτῶν,

9καὶ ἔσται διὰ παντὸς κραταιότερον πέτρας. μὴ φοβηθῇς ἀπʼ αὐτῶν μηδέ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστίν,

10καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, πάντας τοὺς λόγους σὕς λελάληκα μετὰ σοῦ λάβε εἰς τὴν καρδίαν σου καὶ τοῖς ὠσίν σου ἄκουε,

11καὶ βάδιζε, εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου καὶ λαλήσεις πρὸς αὐτούς, καὶ ἐρεῖς πρὸς αὐτούς Τάδ λέγει Κύριος, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἐνδῶσιν.

12Καὶ ἀνέλαβέν με πνεῦμα, καὶ ἤκουσα κατόπισθέν μου, καὶἤκουσα φωνὴν σεισμοῦ μεγάλου Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ.

13καὶ ἴδον φωνὴν πτερύγων τῶν ζῷαων πτερυσσομένων ἑτέρα πρὸς τὴν ἑτέραν, καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν, καὶ φαωνὴ τοῦ σεισμοῦ.

14καὶ τὸ πνεῦμα ἐξῆρέν με καὶ ἀνέλαβέν με, καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπʼ ἐμέ κραταιά.

15καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέαωρος, καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ τοῦ Κοβὰρ τοὺς ὄνταέ ἐκεῖ καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν.

16καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος Κυρίου πρὸς μέ λέγων

17Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρʼ ἐμοῦ.

18ἐν τῷ λέγειν με τῷ ἀνόμῳ ανάτῳ θανατωθήσῃ· καὶ οὐ διεστείλω αὐτῷ οὐδὲ ἐλάλησας τοῦ διαστείλασθαι τῷ ἀνόμῳ ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ τοῦ ζῆσαι αὐτόν, ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τὸ αἵμα αὐτοῦ ἐκ χειρός σου ἐκζητήσω.

19καὶ σὺ ἐὸν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ τῆς ὁδοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῤύσῃ.

20καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ καὶ ποιήσῃ παράπταμα, καὶ δώσαω τὴν βάσανον εἰς πρόσαωπον αὐτοῦ, αὐτὸς ἀποθανεῖται, ὅτι οὐ διεστείλω αὐτῷ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αἱ δικαιοσύναι αὐτοῦ· καὶ τὸ αἶμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω.

21σὺ δὲ ἐὰν διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτεῖν, καὶ αὐτὸς μὴ ἁμάρτῃ, ὁ δίκαιος ζωῇ ζήσεται, ὅτι διεστείλω αὐτῷ· καὶ σὺ τὴν σεαυτοῦ ψυχὴν ῥύσῃ.

22Καὶ ἐγένετο ἐπʼ ἐμέ χεὶρ Κυρίου, καὶ εἶπεν πρὸς μέ Ἀνάστηθι καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ.

23καὶ ἀυέστην καὶ ἐξῆλθον εἰς τὸ πεδίον, καὶ ἰδοὺ ἐκεῖ δόξα Κυρίου εἱστήκει καθὼς ἡ ὅρασις καὶ καθὼς ἡ δόξα ἣν ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Κοβάρ, καὶ πίπτω ἐπὶ πρόσαωπόν μου.

24καὶ ἥλθεν ἐπʼ ἐμὲ πνεῦμα καὶ ἔστησέν με ἐπὶ πόδας μου, καὶ ἐλάλησεν πρὸς μέ καὶ εἶπέν μοι Εὄὰςελθε καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οὑιου σου.

25καὶ σύ, υἱὲ ἀνθρώπου ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοί, καὶ δήσουσἰν σε ἐν αὐτοῖς, καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν.

26καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστίν.

27καὶ ἐν τῷ λαλεῖν με πρὸς σέ ἀνοίξω τὸ στόμα σου καὶ ἐρεῖς πρὸς αὐτοὺς Τάδε λέγει Κύριος Ὁ ἀκούσων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθείτω, διότι οἶκος παραπικραίνων ἐστίν·

Abrir Ezequiel 3 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario