Ezequiel 4

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Ezequiel 4 en hebreo y español.

1Καὶ σύ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου, καὶ διαγράψεις ἐπʼ αὐτὴν πόλιν τὴν Ἰερουσαλήμ,

2καὶ δώσεις ἐπʼ αὐτὴν περιοχήν, καὶ οἰκοδομήσεις ἐπʼ αὐτὴν προμαχῶνας, καὶ περιβαλεῖς ἐπʼ αὐτὴν χάρακα, καὶ δώσεις ἐπʼ αὐτὴν παρεμβολάς, καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ.

3καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεαος, καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπʼ αὐτήν, καὶ ἔσται ἐν συνκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστιν τοῦτο τοῖς υἱοῖς Ἰσραήλ.

4Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερόν, καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ ἐπʼ αὐτοῦ κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατὸν ἃς κοιμηθήσῃ ἐπʼ αὐτοῦ, καὶ λήμψῃ τὰς ἀδικίας αὐτῶν.

5καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδμμίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν, ἐνενήκοντα καὶ ἑκατὸσ ἡμέρας, καὶ λήμψῃ τὰς ἀδικίας τοῦ ὅκου Ἰσραήλ.

6καὶ συντελέσεις ταῦτα, καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιόν, καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἶκου Ἰούδα τεσσεράκοντα ἡμέρας· ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι.

7καὶ εἰς τὸν συγκλεισμὸν Ἰερουσαλὴμ ἑτοιμάσεις τὸ πρόσωπόν σου, καὶ τὸν βραχίονά σου στερεώσεις, καὶ προφητεύσεις ἐπʼ αὐτήν.

8καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σέ δεσμούς, καὶ μὴ στραφῇς ἀπὸ τοῦ πλευροῦ σοῦ ἐπὶ τὸ πλευρόν σου ἕως οὗ συντελεσθῶσιν ἡμέραι τοῦ συγκλεισμοῦ σου.

9καὶ σὺ λάβε σεαυτῷ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν, καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἕν ὀστράκινον, καὶ ποιήσεις αὐτὰ σαυτῷ εἰς ἄρτους, καὶ κατʼ ἀριθμὸν τῶν ἡμερῶν ἂς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου, ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας, φάγεσαι αὐτά.

10καὶ τὸ βρῶμά σου φάγεσαι ἐν σταθμῷ, εἵκοσι σίκλους τὴν ἡμέραν· ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά.

11καὶ ὕδωρ ἐν μέτρῳ πίεσαι, τὸ ἕκτον τοῦ εἵν ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι.

12καὶ ἐνκρυφίαν κρίθινον φάγεσαι αὐτά, ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατʼ ὀφθαλμοὺς αὐτῶν,

13καὶ ἐρεῖς Γάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Οὕτως φάγονται οἱ υἱοὶ τοῦ Ἰσραὴλ ἀκάθαρτα ἐν τοῖς ἔθνεσιν.

14καὶ εἶπα Μηδαμῶς, Κύριε θεὲ τοῦ Ἰσραήλ· εἰ ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσίᾳ, καὶ θηριάλωτον καὶ θνησιμαῖον οὐ βέβρωκα ἀπὸ γγενέσεάς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον.

15καὶ εἶπεν πρὸς μέ Ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ τῶν βολβίτων τῶν ἀνθρωπίνων, καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπʼ αὐτῶν.

16καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ἰερουσαλήμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδεία, καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται,

17ὅπαος ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος· καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ, καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν.

Abrir Ezequiel 4 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario