Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Génesis 16 en hebreo y español.
1Σάρα δὲ ἡ γυνὴ Ἀβρὰμ οὐκ ἔτικτεν αὐτῷ ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία ᾗ ὄνομα Ἁγάρ.
2εἶπεν δὲ Σάρα πρὸς Ἀβράμ ἰδοὺ συνέκλεισέν με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἴνα τεκνοποιήσεις ἐξ αὐτῆς. ὑπήκουσεν δὲ Ἀβρὰμ τῆς φωνῆς αὐτῆς.
3καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἀβρὰμ Ἁγὰρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Ἀβρὰμ ἐν γῇ Χανάαν, καὶ ἔδωκεν αὐτὴν τῷ Ἀβρὰμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα.
4καὶ εἰσῆλθεν πρὸς Ἁγάρ, καὶ συνέλαβεν· καὶ ἴδεν ὅτι ἐν γαστρὶ ὦι, καὶ ἡ κυρία ἐναντίον αὐτῆς.
5εἶπεν δὲ Σάρα πρὸς Ἀβράμ Ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου· ἰδοῦσα δὲ ὄτι ἐν γαατρὶ ὦι, ἠτιμάσθην ἐναντίον αὐτῆς. κρίναι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
6εἶπεν δὲ Ἀβρὰμ πρὸς Σάραν Ἴδου ἡ παιδίσκη Α σου ἐναντίον σου· χρῶ αὐτῇ ὡς δ’ ἄν σοι ἀρεστὸν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.
7εὗρεν δὲ αὐτὴν ἄἡλος κυρίου τοῦ θεοῦ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ.
8καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου Ἅγαρ παιδίσκη Σάρας, πόθεν ἔρχῃ; καὶ ποῦ πορεύῃ; καὶ εἶπεν Ἀπὸ προσώπου Σάραςτῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω.
9εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος κυρίου Ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς Α χεῖρας αὐτῆς.
10καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμήσεται ἀπὸ τοῦ πλήθους.
11καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος κυρίου ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱόν, καὶ κολέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσεν κύριος τῆ ταπεινώσει σου.
12οὗτος ἔσται ἄγροικος ἄνθρωρος αἱ χεφες αὐτοῦ ἐπὶ Α πάντας καὶ αἱ χεῖπες πάντων ἐπ’ αὐτόν, καὶ κατὰ πρόσωπον πόντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει.
13καὶ ἐκάλεσεν Ἀγἀρ τὸ ὄνομα τοῦ τοῦ λαλοῦντος πρὸς αὐτήν Σὺ ὁ θεὸς ὁ ἐφιδών με· ὅτι εἶπεν καὶ γὰρ ἐνώπιον ἴδον ὀφθέντα μοι.
14ἕνεκεν τούτου ἐκάλεσεν τὸ Φρέαρ οὗ ἐνώπιον ἴδον· ἰδοὺ ἀνὰ μέσον Καδἠς καὶ ἀνὰ μέσον Βάραδ.
15καὶ ἔτεκεν Ἁγὰρ τῷ Ἀβρὰμ υἱόν, καὶ ἐκάλεσεν Ἀβρὰμ τὸ ὄνομα υἱοῦ αὐτοῦ, ὃν ἕνεκεν αὐτῷ Ἁγάρ, Ἰσμαήλ. Ἀβρὰμ δὲ ἦν ὀγδοήκοντα ἔξ ἐτῶν ἡνίκα ἔτεκεν Ἁγὰρ τὸν Ἰσμαὴλ τῷ Ἀβράμ.
Abrir Génesis 16 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario