Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Génesis 17 en hebreo y español.
1Ἐγένετο δὲ Ἀβρὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη Κύριος τῷ Ἀβρὰμ καὶ εἶπεν αὐτῷ Ἐγώ εἰμι ὁ θεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος·
2καὶ καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ, καὶ πληθυνῶ σε σφόδρα.
3καὶ ἔπεσεν Ἀβρὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ θεὸς λέγων
4Καὶ ἐγώ, ἡ διαθήκη μου μετὰ σοῦ· καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν.
5καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἁβράμ, ἀλλ’ ἔσται Ἀβραὰμ τὸ ὄνομα σου· ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.
6καὶ αὐξάνω σε σφόδρα καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.
7καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ τοῦ σπέρματός σου μετὰ σὲ εἰς γενεὰς αὐτῶν εἰς διαθήκην αἰώνιον, εἶναί σου θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ.
8καὶ δώσω σοι τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν ἢν παροικεῖς, πᾶσαν τὴν γῆν κατάσχεσιν εἰς κατάσχεσιν αἰώνιον· καὶ ἕσομαι αὐτοῖς θεός.
9καὶ εἶπεν ὁ θεὸς πρὸς Ἀβραάμ Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν.
10καὶ αὕτη ἡ διαθήκη διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν.
11καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.
12καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὐμῖν πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν· ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὄς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου,
13περιτομῇ περιτμηθήσεται, ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος. καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον.
14καὶ ἀπερίτμητος, ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρα τῇ ὀγδόῃ, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους ὅτι τὴν διαθήκην μου διεσκέδασεν.
15Εἶρεν δὲ ὁ θεὸς τῷ Ἀβραάμ Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αm̓ῆς·
16εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον. καὶ εὐλογήσω αὐτόν, καὶ ἔσται εἰς ἔθνη, κοὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται.
17καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον κοὶ ἐγέλασεν καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων.Εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός, καὶ εἰ Σάρρᾳ ἐνενήκοντα ἐτῶν γενήσεται ;
18εἶπεν δὲ Ἁβραἀμ τὸν θεόν Ἱσμαὴλ οὗτος ζήτω ἐναντίον σου.
19εἶρεν δὲ ὁ θεὸς Ἀβραάμ Ναί· ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἱσαάκ· καὶ σ,ήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν.
20πεπὶ δὲ ’lσμαὴλ ἰδοὺ ἐπήκουσά σου· καὶ εὐλόγησα αὐτόν, καὶ αὐξάνω αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα· δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα.
21ἰτὴν δὲ διαθήκην μου στήσω πρὸς Ἱσαάκ, ὄν τέξεταί σοι Σάρρα εἰς τὸν καιρὸν τοῦτον ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ.
22συνετέδὲ λαλῶν πρὸς αὐτόν, καὶ ἀνέβη ὁ θεὸς ἀπὸ Ἁβραάμ.
23Καὶ ν Ἀβραὰμ Ἱσμαὴλ τὸν υἱὸν αὐτοῦ καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ Καὶ ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ Ἀβραάμ, καὶ περιέτεμεν τὰς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ θεός.
24'Αβραάμ δὲ ἦν ἐνενήκοντα ἐννέα ἐτῶν, ἡνίκα περιέτεμεν τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ·
25Ἱσμαὴλ δὲ ὁ υἱὸς αὐτοῦ ἐτῶν δέκα τριῶν ἦν, ἡνίκα περιτὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.
26ἐν τῷ καιρῷ τῆς ἡμέρας περιετμήθη Ἀβραὰμ καὶ Ἱσμαὴλ ὁ υἱὸς αὐτοῦ·
27καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ καὶ οἱ οἰκογενεῖς καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλοἐθνῶν, περιέτεμεν αὐτούς.
Abrir Génesis 17 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario