Génesis 18

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Génesis 18 en hebreo y español.

1Ὤφθη δὲ αὐτῷ ὁ θεός πρὸς τῇ δρυὶ τῇ Μαμβρή καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.

2ἀναβλἐψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ ἴδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες ἰστήκεισαν ἐράνω αὐτοῦ. καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκη νῆς αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν·

3καὶ εἶπεν Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου.

4λημφθήτω δὴ ὕδωρ, καὶ νιψάτω τοὺς πόδας ὑμῶν· καὶ καταψύξατε ὑπὸ τὸ δένδρον.

5καἰ λήμψομαι ἄρτον, καὶ φάγεσθε· κα μετὰ τοῦτο παρε· λεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. καὶ εἶπεν οὕτως ποίησον καθὼς εἴρηκας.

6καὶ ἔσπευσεν Ἀβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάρραν καὶ εἶπεν αὐτῇ Σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας.

7καὶ εἰς τὰς βόας ἰδραμεν Ἀβραάμ, καὶ ἔλαβον μοσχάριον ἁπαλὸν καὶ καλόν, κα ἔδωκεν τῶ παιδί, καὶ ἐτάχυνεν τοῦ ποιῆσαι αὐτό.

8ἑλαβεν δὲ βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησεν, κα παρέθηκεν αὐτοῖς, καὶ ἐφάγοσαν· αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον.

9εἶρεν δὲ πρὸς αὐτόν Ηοῦ Σάρρα ἡ γυνή σου ; ὁ δὲ ἀποκριθεὶς εἶπεν Ἴδου ἐν τῇ σκηνῇ.

10εἶρεν δέ Ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἔξει υἱὸν Σάρρα ἡ γυνή σου. Σάρρα δὲ ἤκουσεν πρὸς τῇ θύρᾳ τῆς σκηνῆς, οὖσα ὄπισθεν αὐτοῦ.

11Ἀβραὰμ δὲ καὶ Σάρρα πρεσβύτεροι προβεβηκότες ἡμερῶν· ἐξέλειπεν δὲ Σάρρᾳ γίνεσθαι τὰ γυνοίκια.

12ἐγέλασεν δὲ Σάρρα ἐν ἑαυτῇ λέγουσα οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου πρεσβύτερος.

13καὶ εἶπεν Κύριος πρὸς Ἀβραάμ ὅτι ἐγέλασεν Σάρρα ἐν ἑαυτῇ λέγουσα Ἀρά γε ἀληθῶς τέξομαι ; ἐγὼ δὲ γεγήρακα.

14μἠ ἀδυνατεῖ παρὰ τῷ ; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σάρρᾳ υἱός.

15ἠρνήσατο δὲ Σάρρα λέρυσα Οὐκ ἐγέλασα· ἐφοβήθη γἀρ. γάρ. καὶ εἶπεν Οὐχί, ἀλλὰ ἐγέλασας.

16Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων μαὶ Γομόρρας· Ἀβραὰμ δὲ συνεπορεύετο μετ’ αὐτῶν συνπροπέμπων αὐτούς.

17ὀ δὲ κύριος εἶπεν Μἠ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου αἰ ἐγὼ ποιῶ ;

18Ἁβραάμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.

19ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μεθ’ ἑαυτόν, καὶ φυλάξουσιν τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἄν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβραὰμ πάντα ὅσα ἐλάλησεν ἐπ’ αὐτόν.

20εἶπεν δὲ Κύριος Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα.

21καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς μὲ συντελοῦνταί· εἰ δὲ μή, ἵνα γνῶ.

22Καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα· Ἀβραὰμ δὲ ἦν ἑστηκὼς ἐναντίον Κυρίου.

23καὶ ἐίσας Ἀβραὰμ εἶπεν Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἱστᾶι ὁ δίκαιος ὡς ὁ ἀσεβής.

24ἐὰν ὦσιν πεντήκοντα ἐν τῇ πόλει δίκαιοι, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ ;

25μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἱστᾶι ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς. ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν ;

26εἶπεν δὲ κύριος Ἐὰν εὕρω ἐν Σοδόμοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι’ αὐτούς.

27καὶ ἀποκριθεὶς Ἀβραὰμ εἶπεν Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός·

28ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι πέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν ; καὶ εἶπεν ὅτι Οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκεῖ τεσσεράκοντα πέντε.

29καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτὸν καὶ Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσεράκοντα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω τῶν τεσσεράκοντα.

30καὶ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω· ἐὰν δὲ εὑρεθῶσιν ἔκει τριάκοντα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἐὰν εὑρεθῶσιν ἐκεῖ τριάκοντα.

31καὶ εἶπεν Ἐπειδὴ ἰχῶ λαλῆσαι πρὸς τὸν κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι.

32καἰ εἶπεν Μή τι, κύριε, ἐὰν λαλήσω ἔτι ἄπαξ· ἐὰν δὲ εὑΟεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα.

33ἀπῆλθεν δὲ κύριος ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, καὶ Ἀβραάμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

Abrir Génesis 18 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario