Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 21 en hebreo y español.
1Τὸ ὅραμα τῆς ἐρήμου. Ὡς καταιγὶς δι’ ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν
2τὸ ὅραμα, καὶ σκληρὸν ἀνηγγέλη μοι. ὃ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ. ἐπ’ ἐμοὶ οἶ Ἐλαμεῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ’ ἐμὲ ἔρχονται. νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν.
3διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν.
4ἡ καρδία μου πλανᾶται καὶ ἡ ἀνομία με βαπτίζει, ἡ μου ἐφέστηκεν εἰς φόβον.
5ἑτοίμασον τὴν τράπεζαν, πίετε, φάγετε· ἀνάσταντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς,
6ὅτι οὕτως εἶπεν Κύριος πρὸς μέ Βαδίσας σεαυτῷ στῆσον σκοπόν, καὶ ὃ ἐὰν ἴδῃς ἀνάγγειλον.
7καὶ ἴδον ἀναβάτας ἱππεῖς δύο, ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλήν,
8καὶ κάλεσον Οὐρείαν εἷς τὴν σκοπιὰν Κυρίου. καὶ εἶπεν Ἔστην διὸ. παντὸς ἡμέρας, καὶ ἐπὶ τῆς παρεμβολῆς ἔστην ὅλην τὴν νύκτα,
9καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος. καὶ ἀποκριθεὶς εἶπεν Πέπτωκεν Βαβυλών, καὶ πάντα τὸ. ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἷς τὴν γῆν.
10ἀκούσατε οἱ καταλελιμμένοι καὶ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαώβ· ὃ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν. Τὸ ὅραμα τῆς Ἰδουμαίας.
11Πρὸς ἐμὲ καλεῖτε παρὰ τοῦ Σηείρ Φυλάξετε ἐπάλξεις.
12φυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα· ἐὰν ζητῇς ζήτει, καὶ παρ’ ἐμοὶ οἴκει,
13ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ, ἐν τῇ ὁδῷ Δαιδάν,
14εἰς συνάντησιν ὕδωρ διψῶντι φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ. Θαιμάν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν
15διὰ τὸ πλῆθος τῶν φευγόντων καὶ διὸ. τὸ πλήθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὸ, τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.
16ὅτι οὕτως εἶπέν μοι Κύριος Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδάρ,
17καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, διότι Κύριος ἐλάλησεν ὃ θεὸς Ἰσραήλ.
Abrir Isaías 21 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario