Isaías 22

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 22 en hebreo y español.

1Τὸ ὅραμα τῆς φάραγγος Σιών. Τί ἐγένετό σοι νυν, ὅτι ἀνέβητε πάντες εἷς δώματα μάταια;

2ἐνεπλήσθη ἡ πόλις βοώντων, οἱ τραυματίαι σου οὗ τραυματίαι μαχαίρας, οὐδὲ οἶ νεκροί σου νεκροὶ πολέμου.

3πάντες οἶ ἄρχοντές σου πεφεύγασιν, καὶ οἶ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν.

4διὰ τοῦτο εἶπα Ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου.

5ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος, καὶ πλάνησις παρὰ Κυρίου σαβαώθ· έν φάραγγι Σιὼν πλανῶνται, ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὅρη.

6οἱ δὲ Ἐλαμεῖται ἔλαβον φαρέτρας, ἀναβάται ἅνθρωποι ἐφ’ ἵπποις, καὶ συναγωγὴ παρατάξεως.

7καὶ ἔσονται αἶ ἐκλεκταὶ φάραγγές σου, πλησθήσονται ἁρμάτων, οἶ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου,

8καὶ ἀνακαλύψουσιν τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἷς τοὺς ἐκλεκτοὺς οἴκους Τῆς πόλεως,

9καὶ ἀνακαλύψουσιν λύψουσιν τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυείδ. καὶ εἴδοσαν ὅτι πλείους εἰσίν, καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἷς τὴν πόλιν,

10καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ἰερουσαλὴμ εἷς ὀχύρωμα τοῦ τείχους τῇ πόλει.

11καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχέων, ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας, καὶ οὐκ ἐνεβλέψατε εἷς τὸν ἀπ’ ἀρχῆς ποιήσαντα αὐτήν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε.

12καὶ ἐκάλεσεν Κύριος σαβαὼθ ἓν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων,

13αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον, λέγοντες Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.

14καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶν Κυρίου σαβαώθ, ὅτι οὔκ ἀφεθήσεται ὑμῖν αὕτη ἦ ἁμαρτία ἕως ἂν ἀποθάνητε.

15Τάδε λέγει Κύριος σαβαώθ Πορεύου εἷς τὸ παστοφόριον πρὸς Σόμναν τὸν ταμίαν καὶ εἰπὸν αὐτῷ

16Τί σὺ ὧδε, καὶ τί σοί ἐστιν ὧδε ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ. σκηνήν ;

17ἰδοὺ δὴ Κύριος σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον,

18καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἷς καταπάτημα,

19καὶ ἀφαιρεθήσει ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεως σου.

20καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου,

21καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ καὶ τὸ κράτος, καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ· καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἰερουσαλὴμ . < καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἰούδᾳ > .

22καὶ δώσω τὴν δόξαν Δαυεὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων, καὶ δώσω τὴν κλεῖδα οἴκου Δαυεὶδ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ἀνοίξει καὶ οὐκ ἔσται ὁ ἀποκλείσων, καὶ κλείσει καὶ οὐκ ἔσται ὁ ἀνοίγων.

23καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ.

24καὶ ἔσται πεποιθὼς ἐπ᾿ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι ἐν αὐτῷ, πέν τῇ ἡμέρᾳ. ἐκείνῃ. τάδε λέγει Κύριος σαβαώθ· κινηθήσεται ὁ ἅνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, καὶ πεσεῖται καὶ ἀφαιρεθήσεται ἡ δόξα ἡ ἐπ᾿ αὐτόν, ὅτι Κύριος ἐλάλησεν.

Abrir Isaías 22 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario