Isaías 24

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 24 en hebreo y español.

1Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτήν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς, καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῃ.

2καὶ ἔσται ὁ καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεύς, καὶ ὃ παῖς ὡς ὃ κύριος, καὶ ἡ θεράπαινα ὡς ἡ κυρία· ἔσται ὃ ἀγοράζων ὦς ὃ πωλῶν, καὶ ὅ δανίζων ὡς ὃ δανιζόμενος, καὶ ὃ ὀφείλων ὡς ᾧ ὀφίλει.

3φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἦ τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν ταῦτα.

4ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, καὶ ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς.

5ἡ δὲ γῆ ἠνόμησεν διὸ, τοὺς κατοικοῦντας αὐτήν, διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα Κυρίου, διαθήκην αἰώνιον.

6διὰ τοῦτο ἀρὰ, ἔ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διὰ τοῦτο πτωχοὶ ἔσονται οἶ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἅνθρωποι ὀλίγοι.

7πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν.

8πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθαδία καὶ πλοῦτος ἀσεβῶν, πέπαυται φωνὴ κιθάρας.

9ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν.

10ἠρμώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν.

11ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα τῆς γῆς.

12καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελιμμένοι ἀπολοῦνται.

13ταῦτα πάντα ἔστω ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν· ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητός.

14οὗτοι φωνῇ βοήσονται, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου, ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης.

15διὰ τοῦτο ἦ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται.

16Κύριε ὁ θεὸς Ἰσραήλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, Ἐλπὶς τῷ εὐσεβεῖ. καὶ ἐροῦσιν Οὐαὶ τοῖς ἀθετοῦσιν· οἶ ἀθετοῦντες τὸν νόμον,

17φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ’ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς.

18καὶ ἔσται ὃ φεύγων τὸν φόβον ἐμπεσεῖται εἷς τὸν βόθυνον· ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς.

19ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ.

20ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἦ γῆ, ὡς ὃ μεθύων καὶ ὃ κραιπαλῶν, καὶ πεσεῖται, καὶ οὗ μὴ δύνηται ἀναστῆναι· κατίσχυσεν γὰρ ἐπ’ αὐτῆς ἡ ἀνομία.

21Καὶ Καὶ ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς.

22καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἷς ὀχύρωμα καὶ εἷς δεσμωτήριον· διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν.

23καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος· ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἰερουσαλήμ, καὶ ἐναντίον τῶν πρεσβυτέρων δοξασθήσεται.

Abrir Isaías 24 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario