Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 23 en hebreo y español.
1Τὸ ὅραμα Τύρου. Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κητιαίων· ἦκται αἰχμάλωτος.
2τίνι ὅμοιοι γεγόνασιν οἷ ἐνοικοῦντες ἐν τῇ νήσῳ, μεταβόλοι Φοινίκης, διεκπερῶντες τὴν θάλασσαν
3ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων; ὡς εἰσφερομένου οἱ μεταβάλοι τῶν ἐθνῶν.
4αἰσχύνθητι, Σιδών, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν Οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ἐξέθρεψα νεανίσκους, οὐδὲ ὕψωσα παρθένους.
5ὅταν δὲ ἀκουστὸν γένηται ἐν Αἰγύπτῳ, λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου.
6ἀπέλθατε εἰς Καρχηδόνα, ὀλολύζετε, οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ.
7οὐχ αὕτη ὑμῶν ἦν ἡ ὕβρις ἡ ἀπ’ ἀρχῆς, πρὶν ἢ παραδοθῆναι αὐτήν;
8τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; μὴ ἥσσων ἐστίν, ἦ οὐκ ἰσχύει; οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς.
9Κύριος σαβαὼθ ἐβουλεύσατο παραλῦσαι τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσω πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς.
10ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι ἔρχονται ἐκ Καρχηδόνος.
11ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασιλεῖς· Κύριος σαβαὼθ ἐνετείλατο περὶ Χανάαν ἀπολέσω αὐτῆς τὴν ἰσχύν.
12καὶ ἐροῦσιν Οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιών· καὶ ἐὰν ἀπέλθῃς εἷς Κητιείμ, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται·
13καὶ εἷς γῆν Χαλδαίων, ἢ καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται, ὅτι ὁ τοῖχος αὐτῆς πέπτωκεν.
14ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν.
15καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειφθήσεται Τύρος ἔτη ἑβδομήκοντα, ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνθρώπου· καὶ ἔσται μετὰ ἑβδομήκοντα < ἔτη > ἔσται Τύρος ὡς ᾆσμα πόρνης.
16λάβε κιθάραν, ῥέμβευσον, πόλις πόρνη ἐπιλελησμένη, καλῶς κιθάρισον, πολλὰ ᾆσον, ἵνα σου ἡ μνεία γένηται. καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὃ θεὸς Τύρου, καὶ πάλιν ἀποκαταστήσεται εἷς τὸ ἀρχαῖον,
17καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης.
18καὶ ἔσται αὐτῆς ἡ ἐμπορία καὶ ὅ μισθὸς ἅγιον τῷ Κυρίῳ, οὒκ αὐτοῖς συναχθήσεται ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι Κυρίου, πᾶσα ἡ ἐμπορία αὐτῆς, φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι, εἰς συμβολὴν μνημόσυνον < ἔναντι Κυρίου >
Abrir Isaías 23 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario