Isaías 27

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 27 en hebreo y español.

1Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὃ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν, καὶ ἀνελεῖ τὸν δράκοντα.

2Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός· ἐπιθύμημα ἐξάρχειν κατ’ αὐτῆς.

3ἐγὼ πόλις ἰσχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος.

4καὶ οὒκ ἔστιν ἧ οὐκ ἐπελάβετο αὐτῆς· τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ, διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. τοίνυν διὰ τοῦτο ἐποίησεν Κύριος ὃ θεὸς πάντα ὅσα συνέταξεν. κατακέκαυμαι,

5βοήσονται οἶ ἐνοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην.

6οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ ἐμπλησθήσεται ἦ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ.

7μὴ ὡς αὐτὸς ἐπάταξεν, καὶ αὐτὸς οὕτως πληγήσεται; καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται;

8μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· οὗ σὺ ἦσθα ὃ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ, ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ;

9διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὑτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶ πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὸ. δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν.

10τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελιμμένον· καὶ ἔσται πολὺν χρόνον εἷς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται.

11μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὸ. τὸ ξηρανθῆναι. γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὔ γὰρ λαός ἐστιν ἔχων σύνεσιν, διὸ. τοῦτο οὐ μὴ οἰκτειρήσῃ ὅ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὔ μὴ ἐλεήσει.

12Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως ῾Ρινοκορούρων· ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατ’ ἕνα ἕνα.

13Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν ἓν τῇ σάλπιγγι τῇ μεγαλῇ, καὶ ἥξουσιν οἶ < ἀπολόμενοι > ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἶ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὅρος τὸ ἅγιον ἐν Ἰερουσαλήμ.

Abrir Isaías 27 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario