Isaías 28

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 28 en hebreo y español.

1Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίιμ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέως, οἶ μεθύοντες ἄνευ οἴνου.

2ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὃ θυμὸς Κυρίου, ὣς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, καταφερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυσιν· ταῖς χερσίν,

3καὶ τοῖς ποσὶν καταπατηθήσεται ὃ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ τοῦ Ἐφράιμ.

4καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ’ ἄκρου τοῦ ὅρους Καὶ τοῦ ὑψηλοῦ· ὡς πρόδρομος σύκου, ὃ ἰδὼν αὐτό, πρὶν ἢ εἷς τὴν χεῖρα αὐτοῦ λαβεῖν, θελήσει αὐτὸ καταπιεῖν.

5τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὃ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης, τῷ καταλειφθέντι μου λαῷ

6καὶ καταλειφθήσονται ἐπὶ πνεύματι κρίσεως οὗτοι γὰρ οἴνῳ πεπλανημένοι ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελεῖν.

7οὗτοι γάρ οἴνῳ πεπλανημένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα, ἐπλανήθησαν· τοῦτό ἐστιν φάντασμα.

8ἀρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη ἡ βουλὴ ἕνεκεν πλεονεξίας.

9τίνι ἀνηγγείλαμεν κακά, καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ.

10θλίψιν ἐπὶ θλίψιν προσδέχου, ἐλπίδα ἐπ’ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν,

11διὰ φαυλισμὸν χειλέων, διὸ. γλώσσης ἑτέρας· ὅτι λαλήσουσιν τῷ λαῷ τούτῳ,

12λέγοντες αὐτῷ Τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο τὸ σύντριμμα, καὶ οὔκ ἠθέλησαν ἀκούειν.

13καὶ ἔσται αὐτοῖς τὸ λόγιον Κυρίου τοῦ θεοῦ θλίψις ἐπὶ θλίψιν, ἐλπὶς ἐπ’ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν, ἵνα πορευθῶσιν καὶ πέσωσιν εἷς τὰ. ὀπίσω, καὶ κινδυνεύσουσι καὶ συντριβήσονται καὶ ἁλώσονται.

14Διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἰερουσαλήμ,

15ὅτι εἴπατε Ἐποιήσαμεν διαθήκην μετὰ. τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὗ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. θησόμεθα.

16διὰ τοῦτο οὕτως λέγει Κύριος, Κύριος, ἐγὼ ἐμβαλῶ εἷς τὰ. θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον, εἷς τὸ, θεμέλια αὐτῆς, καὶ ὃ πιστεύων ἐπ’ αὐτῷ οὔ μὴ καταισχυνθῇ.

17καὶ θήσω κρίσιν εἷς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἷς σταθμούς, καὶ οἶ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς,

18μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἦ πρὸς τὸν ᾅδην οὗ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἷς καταπάτημα.

19ὅταν παρέλθῃ, λήμψεται ὑμᾶς· πρωὶ πρωὶ παρελεύσεται ἡμέρας, καὶ ἓν νυκτὶ ἔσται ἐλπὶς πονηρά. μάθετε ἀκούειν

20στενοχωρούμενοι· οὔ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ἡμᾶς συναχθῆναι.

21ὥσπερ ὅρος ἀσεβῶν ἀναστήσεται, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία.

22καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἶ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἥκουσα παρὰ. Κυρίου σαβαὼθ ἅ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.

23Ἐνωτίζεσθε καὶ ἀκούσατε τῆς φωνῆς μου, προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου.

24μὴ ὅλην τὴν ἡμέραν μέλλει ὃ ἀροτριῶν ἀροτριᾶν ; ἦ σπόρον προετοιμάσει πρὶν ἐργάσασθαι τὴν γῆν;

25καὶ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, πρῶτον σπείρει μικρὸν μελάνθιον καὶ κύμινον, καὶ πάλιν πυρόν, καὶ κριθὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου

26καὶ παιδευθήσῃ κρίματι θεοῦ σου, καὶ εὐφρανθήσῃ.

27οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἀμάξης περιάξει ἐπὶ τὸ κύμινον· ἀλλὰ. ῥάβδῳ ἐκτινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον

28μετὰ ἄρτου βρωθήσεται. οὗ γὰρ εἷς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς.

29καὶ ταῦτα παρὰ Κυρίου σαβαὼθ ἐξῆλθεν τὰ τέρατα· βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν.

Abrir Isaías 28 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario