Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 38 en hebreo y español.
1Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Ἑζεκίας ἕως θανάτου· καὶ ἦλθεν πρὸς αὐτὸν Ἠσαίας υἱὸς Ἀμὼς ὅ προφήτης καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει Κύριος Τάξαι περὶ τοῦ οἴκου σου, ὅτι ἀποθνήσκεις σὺ καὶ οὗ
2καὶ ἀπέστρεψεν Ἑζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ προσηύξατο πρὸς Κύριον
3λέγων Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὸ, ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Ἑζεκίας κλαυθμῷ μεγάλῳ.
4καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἠσαίαν λέγων
5Πορεύου καὶ εἰπὸν πρὸς Ἑζεκίαν Τάδε λέγει Κύριος ὅ θεός Δαυεὶδ τοῦ πατρός σου Ἤκουσα τῆς φωνῆς Τῆς προσευχῆς σου καὶ ἴδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε·
6καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ.
7τοῦτο δέ σοι τὸ σημεῖον παρὰ. Κυρίου ὅτι ὁ θεός ποιήσει τὸ τοῦτο.
8ἰδοὺ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τόν ἥλιον τοὺς δέκα ἀναβαθμούς. καὶ ἀνέβη ὃ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς οὕς κατέβη ἡ σκιά.
9(Ὠιδή.) Προσευχὴ Ἑζεκίου βασιλέως Τῆς Ἰουδαίας ἡνίκα ἐμαλακίσθη καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ.
10Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου τὰ. ἔτη τὸ, ἐπίλοιπα.
11εἶπα Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι οὗ μὴ ἴδω ἄνθρωπον.
12ἐκ τῆς συγγενείας μου κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου, ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ’ ἐμοῦ ὥσπερ ὃ καταλύων σκηνὴν πήξας· τὸ πνεῦμά μου παρ’ ἐμοὶ στὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.
13ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωὶ ὡς λέοντι, οὕτως τὸ. ὀστᾶ μου συνέτριψεν· ἀπὸ γὰρ τῆς ἡμέρας ἔως τῆς νυκτὸς παρεδόθην.
14ὡς χελιδών, οὕτως φωνήσω, καὶ ὡς περιστερά, οὕτως μελετήσω· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.
16Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα.
17εἵλου γάρ μου τὴν ψυχὴν ἵνα μὴ ἀπόληται, καὶ ἀπέριχας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου.
18οὐ γὰρ οἶ ἐν ᾅδου αἰνέσουσίν σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήουσίν σε, οὑδὲ ἐλπιοῦσιν οἶ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου.
19οἱ ζῶντες εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ· ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἂ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου,
20Κύριε τῆς σωτηρίας μου· καὶ οὗ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ.
21Καὶ εἶπεν Ἠσαίας πρὸς Ἑζεκίαν Λάβε παλάθην ἐκ σύκων καὶ τρίψον καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. καὶ εἶπεν Ἑζεκίας Τοῦτο τὸ σημεῖον ὅτι ἀναβήσομαι εἷς τὸν οἶκον Κυρίου τοῦ θεοῦ.
Abrir Isaías 38 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario