Isaías 39

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 39 en hebreo y español.

1Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδὰχ υἱὸς τοῦ Λααδὰν ὃ βασιλεὺς Τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Ἐζεκίᾳ· ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου ἀνέστη.

2αὐτοῖς τὸν οἶκον τοῦ νεχωθὰ καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ ἐχάρη ἐπ’ αὐτοῖς Ἑζεκίας χαρὰν μεγάλην, καὶ ἔδειξεν καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὑτοῦ· καὶ οὐκ ἦν οὐθὲν ὃ οὐκ ἔδειξεν αὐτοῖς Ἑζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ.

3καὶ ἦλθεν Ἠσαίας ὃ προφήτης πρὸς τὸν βασιλέα Ἑζεκίαν καὶ εἶπεν πρὸς αὐτόν Τί λέγουσιν οἱ ἅνθρωποι οὗτοι, καὶ πόθεν ἥκασιν πρὸς σέ; καὶ εἶπεν Ἑζεκίας Ἐκ γῆς πόρρωθεν ἥκασιν πρὸς μέ, ἐκ Βαβυλῶνος.

4καὶ εἶπεν Ἠσαίας Τί ἴδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Ἑζεκίας Πάντα τὸ. ἐν τῷ οἴκῳ μου ἴδοσαν, καὶ οὔκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὸ, ἐν τοῖς θησαυροῖς μου.

5καὶ εἶπεν αὐτῷ Ἠσαίας Ἄκουσον τὸν λόγον Κύριου σαβαώθ.

6Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ οὐ μὴ καταλίπωσιν οὐδέν· εἶπεν δὲ ὃ θεὸς

7ὅτι Καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας λήμψονται, καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.

8καὶ εἶπεν Ἑζεκίας πρὸς Ἠσαίαν Ἀγαθός ὃ λόγος Κυρίου ὃν ἐλάλησεν· γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.

Abrir Isaías 39 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario