Isaías 41

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 41 en hebreo y español.

1Ἐγκαινίζεσθε πρὸς μέ, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσεις ἀναγγειλάτωσαν.

2τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, πορεύσεται· δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει· καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν·

3καὶ διώξεται αὐτούς. καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ.

4τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ θεὸς πρῶτος, καὶ εἷς τὰ ἐπερχόμενα ἐγώ εἰμι.

5εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, τὰ. ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἤλθοσαν ἅμα,

6κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι, καὶ ἐρεῖ

7Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρῃ, ἅμα ἐλαύνων· τότε μὲν ἐρεῖ Σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις· θήσουσιν αὐτὰ. καὶ οὐ κινηθήσονται.

8Σὺ δέ, Ἰσραήλ, παῖς μου Ἰακὼβ ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ ὃν ἠγάπησα·

9οὖ ἀντελαβόμην ἀπ᾿ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι Παῖς μου εἴ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε.

10μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἶμι ὁ θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.

11ἰδοὺ ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἶ ἀντικείμενοί σοι, ἔσονται γὰρ ὥς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἶ ἀντίδικοί σου.

12ζητήσεις αὐτούς, καὶ οὗ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἱ παροινήσουσιν εἷς σέ· ἔσονται γὰρ εἷς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἶ ἀντιπολεμοῦντές σε.

13ὅτι ἐγὼ ὁ θεὸς ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι Μὴ φοβοῦ,

14Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενός σε Ἰσραήλ.

15ἰδοὺ ἐποίησά σε ὥς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστοειδεῖς, καὶ ἀλοήσεις ὅρη, καὶ λεπτυνεῖς βουνούς, καὶ ὦς χοῦν θήσεις,

16καὶ λικμήσεις, καὶ ἄνεμος λήμψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραήλ,

17καὶ ἀγαλλιάσονται οἶ πτωχοὶ καὶ οἶ ἐνδεεῖς. ζητήσουσιν γὰρ ὕδωρ καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐγὼ Κύριος ὁ θεός, ἐγὼ ἐπακούσομαι ὁ θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς,

18ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἷς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς,

19θήσω εἷς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον, καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην·

20ἵνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπισπῶνται ἅμα ὅτι χεὶρ Κυρίου ἐποίησεν ταῦτα πάντα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν.

21Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ θεός· ἤγγισαν αἶ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ.

22ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἅ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα τί τὸ, ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν.

23ἀναγγείλατε τὸ. ἐπερχόμενα ἐπ’ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα,

24ὅτι πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν, ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς.

25ἐγὼ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀπ’ ἡλίου ἀνατολῶν, κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ αἷς πηλὸς κεραμέως, καὶ οἷς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε.

26τίς γὰρ ἀναγγελεῖ τὰ, ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων, οὐδ’ ἀκούων τοὺς λόγους ὑμῶν.

27ἀρχὴν Σιὼν δώσω, καὶ Ἰερουσαλὴμ παρακαλέσω ἐν ὁδῷ.

28ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐθείς, ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς πόθεν ἐστέ, οὐ μὴ ἀποκριθῶσίν μοι.

29εἰσὶν γὰρ οἶ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.

Abrir Isaías 41 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario