Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 40 en hebreo y español.
1Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει Κύριος.
2ἱερεῖς, λαλήσατε εἷς τὴν καρδίαν Ἰερουσαλήμ, παρακαλέσατε αὑτήν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.
3Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδόν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν.
4πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὅρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ, σκολιὰ εἷς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἷς ὁδοὺς λείας,
5καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ, ὅτι Κύριος ἐλάλησεν.
6Φωνὴ λέγοντος Βόησον. καὶ εἶπα Τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·
8ἐξηράνθη ὃ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν, τὸ δὲ ῥῆμα τοῦ θεοῦ ἡμῶν μένει εἷς τὸν αἰῶνα.
9Ἐπ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου, ὃ εὐαγγελιζόμενος Ἰερουσαλήμ· ὑψώσατε, μὴ φοιδον. . .ιδοσαν βεῖσθε· εἶπόν ταῖς πόλεσιν Ἰούδα Ἰδοὺ ὃ θεὸς ὑμῶν.
10Ἰδοὺ Κύριος μετὰ. ἰσχύος ἔρχεται, καὶ ὅ βραχίων αὐτοῦ μετὰ κυρίας· ἰδοὺ ὃ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ.
11ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ έν γαστρὶ ἐχούσας παρακαλέσει.
12Τίς ἐμέτρησεν τῇ χειρὶ τὰ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησεν τὸ. ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ;
13τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν;
14ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν ,ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; ἦ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;
15εἰ πάντα τὰ ἔθνη ὧς σταγὼν ἀπὸ κάδου καὶ ὡς ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς λογισθήσονται;
16ὁ δὲ Λίβανος οὔχ ἱκανὸς εἷς καῦσιν, καὶ πάντα τά. τετράποδα οὐχ ἱκανὰ εἷς ὁλοκάρπωσιν,
17καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσιν, καὶ εἷς οὐθὲν ἐλογίσθησαν.
18Τίνι ὡμοιώσατε Κύρων, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν;
19μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν; ὁμοίωμα κατεσκεύασεν αὐτόν;
20ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητεῖ πῶς στήσει αὑτοῦ εἰκόνα, καὶ ἴνα μὴ σαλεύηται.
21οὐ γνώσεσθε; οὒκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς;
22ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἶ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες, ὁ στήσας ὥς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὥς σκηνὴν κατοικεῖν,
23ὁ διδοὺς ἄρχοντας εἷς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν οἷς οὐδὲν ἐποίησεν.
24οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ φυτεύσουσιν, οὐδὲ μὴ εἷς τὴν γῆν ἡ ῥίζα αὐτῶν· ἔπνευσεν ἐπ’ αὐτούς, καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὥς φρύγανα ἀναλήμψεται αὐτούς.
25νῦν οὖν τίνι με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; εἶπεν ὁ ἅγιος.
26ἀναβλέψατε εἷς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξεν πάντα ταῦτα; ὁ ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ, πάντα ἐπ᾿ ὀνόματι καλέσει ἀπὸ τῆς πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν.
27Μὴ γὰρ εἴπῃς, Ἰακώβ, καὶ τί ἐλόλησας, Ἰσραήλ Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ θεοῦ, καὶ ὁ θεός μου τὴν κρίσιν ἀφεῖλεν, καὶ ἀπέστη;
28καὶ νῦν οὐκ ἔγνως; εἰ μὴ ἤκουσας; θεὸς αἰώνιος, θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ,
29διδοὺς τοῖς πεινῶσιν ἰσχύν, καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην.
30πεινάσουσιν γὰρ νεώτεροι, καὶ κοπιάσουσιν νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται·
31οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν, βαδιοῦνται καὶ οὐ κεινάσουσιν.
Abrir Isaías 40 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario