Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 43 en hebreo y español.
1Καὶ νῦν οὕτως λέγει Κύριος ὁ θεός, ὁ ποιήσας σε Ἰακώβ, ὁ πλάσας σε Ἰσραήλ Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ.
2καὶ ἐὰν διαβαίνης δι᾿ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσίν σε· καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς, φλὸξ οὗ κατακαύσει σε.
3ὅτι ἐγὼ Κύριος ὁ θεός σου, ὁ ἅγιος Ἰσραήλ, ὁ σώζων σε· ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν, καὶ Σοήνην ὑπὲρ σοῦ.
4ἀφ᾿ οὗ ἔντιμος ἐγένου ἐναντίον μου, ἐδοξάσθης κἀγώ σε ἠγάπησα, καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου.
5μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε.
6ἐρῶ τῷ βορρᾷ Ἄγε, καὶ τῷ λιβί Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν, καὶ τὰς θυγατέρας μου ἀπ᾿ ἄκρων τῆς γῆς,
7πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα καὶ ἐποίησα. αὐτόν,
8καὶ ἐξήγαγον λαὸν τυφλόν, καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως· τυφλοί, καὶ κωφοὶ ὦτα ἔχοντες.
9πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ. ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν.
10γένεσθέμοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ θεός, καὶ ὁ παῖς ὃν· ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται.
11ἐγὼ ὁ θεός, καὶ οὐκ ἔστιν παρὲξ ἐμοῦ σώζων.
12ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ θεός·
13ἔτι ἀπ’ ἀρχῆς, καὶ οὒκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;
14Ουτως λέγει Κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ Ἕνεκεν ὑμῶν ἀποστελῶ εἷς Βαβυλῶνα καὶ ἐπεγερῶ πάντας φεύγοντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεηθήσονται.
15ἐγὼ Κύριος ὁ θεὸς ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ· βασιλέα ὑμῶν.
16οὕτως λέγει Κύριος ὁ διδοὺς ὁδὸν ἐν θαλάσσῃ καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον,
17ὁ ἐξάγων ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν· ἀλλὰ ἐκοιμήθησαν καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον.
18Μὴ μνημονεύετε τὸ. πρῶτα, καὶ τὸ, ἀρχαῖα μὴ συλλογίζεσθε·
19ἰδοῦ ποιῶ καινὰ ἅ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά. καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς·
20εὐλογήσει με τὸ. τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτιῶ τὸ γένος μου τὸ ἐκλεκτόν,
21λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι.
22οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ, οὔ κοπιᾶσαί σε ἐποίησα, Ἰσραήλ·
23οὐκ ἐμοὶ πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με, οὐδὲ ἐδούλευσας ἐν ταῖς θυσίαις σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ,
24οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου.
25ἐγώ εἰμι ἐγώ εἶμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὗ μὴ μνησθήσομαι τὰς ἀδικίας σου.
26σὺ δὲ μνήσθητι καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.
27οἱ πατέρες ὑμῶν πρῶτοι καὶ οἶ ἄρχοντες αὐτῶν ἠνόμησαν εἷς ἐμέ,
28καὶ ἐμίαναν οἶ ἄρχοντες τὸ, ἅγιά μου· καὶ ἔδωκα ἀπολέσω Ἰακώβ, καὶ Ἰσραὴλ εἶς ὀνειδισμόν.
Abrir Isaías 43 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario