Isaías 44

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 44 en hebreo y español.

1Νῦν δὲ ἄκουσον, παῖς μου Ἰακώβ, καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην,

2οὕτως λέγει Κύριος ὃ θεὸς ὃ ποιήσας σε, καὶ ὃ πλάσας σε ἐκ κοιλίας Ἔτι βοηθηθήσῃ· μὴ φοβοῦ, παῖς μου Ἰακώβ, καὶ ὃ ἠγαπημένος Ἰσραὴλ ὃν ἐξελεξάμην.

3ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, καὶ

4ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ. μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραρέον ὕδωρ.

5οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος ἐρεῖ ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράφει Τοῦ θεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι Ἰσραήλ.

6Οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ ὁ ῥυσάμενος αὐτόν, θεὸς σαβαώθ Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν θεός·

7τίς ὥσπερ ἐγώ; στήτω, καλεσάτω, καὶ ἑτοιμασάτω μοι ἀφ’ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν.

8μὴ παρακαλύπτεσθε· οὐκ ἀπ’ ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ· καὶ οὐκ ἦσαν τότε.

9οἱ πλάσσοντες καὶ γλύφοντες πάντες μάταιοι, οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν ἅ οὐκ ὠφελήσει αὐτούς· ἀλλὰ αἰσχυνθήσονται.

10πάντες οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες ἀνωφελῆ, φελῆ,

11καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων· συναχθήτωσαν πάντες καὶ στήσονται ἅμα, ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα.

12ὅτι ὤξυνεν τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό, εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει, καὶ ἀσθενήσει, καὶ οὗ μὴ πίῃ ὕδωρ.

13ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν, αὐτό, ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου, στῆσαι αὐτὸ ἐν οἴκῳ,

14ὃ ἔκοψεν ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσεν Κύριος, καὶ ὑετὸς ἐμήκυνεν,

15ἵνα ᾗ ἀνθρώποις εἷς καῦσιν· καὶ λαβὼν ἀπ’ αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτοῦ· τὸ δὲ λοιπὸν εἰργάσατο εἷς θεούς, καὶ προσκυνοῦσιν αὐτούς.

16οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῶν, καὶ ἐπ’ αὐτοῦ κρέας ὀπτήσας ἔφαγεν καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν Ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ ἴδον πῦρ.

17τὸ δὲ λοιπὸν ἐποίησεν θεὸν γλυπτόν, καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων Ἐξελοῦ με, ὅτι θεός μου εἴ σύ.

18οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν.

19καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ οὐδὲ ἀνελογίσατο ἐν τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ φρονήσει ὅτι τὸ ἥμισυ αὑτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέας ἔφαγεν, καὶ τὸ λοιπὸν αὑτοῦ εἷς βδέλυγμα ἐποίησεν καὶ προσκυνοῦσιν αὐτῷ.

20γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὑτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι Ψεῦδος ἐν τῇ δεξιᾷ μου.

21Μνήσθητι ταῦτα, Ἰακὼβ καὶ Ἰσραήλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σύ, Ἰσραήλ, μὴ ἐπιλανθάνου μου.

22ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου, καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου· ἐπιστράφητι πρὸς μέ, καὶ λυτρώσομαί σε.

23εὐφράνθητε, οὐρανοί, ὅτι ἠλέησεν ὃ θεὸς τὸν Ἰσραήλ· σαλπίσατε, θεμέλια τῆς γῆς, βοήσατε ὅρη εὐφροσύνην, οἶ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ, ἐν αὐτοῖς, ὅτι ἠλέησεν ὃ θεὸς τὸν Ἰακώβ, καὶ Ἰσραὴλ δοξασθήσεται.

24Οὕτως λέγει Κύριος ὃ λυτρώμενός σε καὶ πλάσσων σε ἐκ κοιλίας Ἐγὼ Κύριος ὁ συντελῶν ταῦτα, ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν.

25τίς ἕτερος διεσκέδασεν σημεῖα ἐγγαστριμύθων καὶ μαντίας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἷς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων,

26καὶ ἱστῶν ῥήματα παίδων αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων; ὃ λέγων Ἰερουσαλήμ Κατοικηθήσῃ, καὶ ταῖς πόλεσιν τῆς Ἰουδαίας οἰκοδομηθήσεσθε, καὶ τὸ. ἔρημα αὐτῆς ἀνατελεῖ·

27ὁ λέγων τῇ ἀβύσσῳ Ἐρημωθησῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· ὁ λέγων Κύρῳ φρονεῖν, καὶ Πάντα τὰ θελήματά μου ποίησει· ὁ λέγων Ἰερουσαλήμ Οἰκοδομηθήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω.

Abrir Isaías 44 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario