Isaías 49

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 49 en hebreo y español.

1Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ. χρόνου πολλοῦ στήσεται, λέγει Κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου,

2καὶ ἔθηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με· ἔθηκέν με ὥς βέλος ἐκλεκτόν, καὶ ἐν τῇ φαρέτρα αὐτοῦ ἐσκέπασέν με,

3καὶ εἶπεν μοι Δοῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι.

4καὶ ἐγὼ εἶπα Κενῶς ἐκοπίασα, καὶ εἷς μάταιον καὶ εἷς οὐθὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίου, καὶ ὃ πόνος μου ἐναντίον τοῦ θεοῦ μου.

5καὶ νῦν οὕτως λέγει Κύριος ὅ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ἰακὼβ καὶ Ἰσραὴλ πρὸς αὐτόν Συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου, καὶ ὅ θεός μου ἔσται μου ἰσχύς.

6καὶ εἶπέν μοι Μέγα σοί ἐστιν τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἰδοὺ τέθεικά σε εἷς φῶς ἐθνῶν, τοῦ εἷναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.

7οὕτως λέγει Κύριος ὃ ῥυσάμενός σε ὅ θεὸς Ἰσραήλ Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν Κυρίου· ὅτι πιστός ἐστιν ὃ ἅγιος Ἰσραήλ, καὶ ἐξελεξάμην σε.

8οὕτως λέγει Κύριος Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου,

9λέγοντα τοῖς ἐν δεσμοῖς Ἐξέλθατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι. καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν.

10οὑ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ μὴ πατάξει αὐτοὺς καύσων οὐδὲ ὃ ἥλιος, ἀλλὰ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὸ, πηγῶν ὑδάτων ἄξει αὐτούς·

11καὶ θήσω πᾶν ὅρος εἷς ὁδὸν καὶ πᾶσαν τρίβον εἷς βόσκημα αὐτοῖς.

12ἰδοὺ ἰδοὺ οὗτοι πόρρωθεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν.

13εὐφραίνεσθε, οὐρανοί, καὶ ἀγαλλίσαθω ἦ γῆ, ῥηξάτωσαν τὰ ὅρη εὐφροσύνην, ὅτι ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.

14Εἶπεν δὲ Σιών Ἐγκατέλιπέν με Κύριος, καὶ ὃ θεὸς ἐπελάθετό μου.

15μὴ μὴ ἐπιλήσεται μήτηρ τοῦ παιδίου αὐτῆς. τοῦ μὴ ἐλεῆσαι τὸ, ἔκγονα τῆς κοιλίας αὐτῆς; εἶ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνή, ἀλλ’ ἐγὼ οὐκ ἐπιλήσομαι σοῦ, εἶπεν Κύριος.

16ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὸ. τείχη, καὶ ἐνώπιόν μου εἲ διὸ. παντός,

17καὶ ταχὺ οἰκοδομηθήσῃ ὑφ’ ὥν καθῃρέθης, καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται.

18ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε πάντες, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ, καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης.

19ὅτι τὸ. ἔρημά σου καὶ τὰ διεφθαρμένα καὶ τὸ. πεπτωκότα, νῦν στενοχωρήσει ἀπὸ τῶν ἐνοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.

20ἐροῦσιν γὰρ εἷς τὰ ὦτά σου οἶ υἱοί σου οὕς ἀπολώλεκας Στενός μοι ὅ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω.

21καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου Τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέν μοι; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;

22Οὕτως λέγει Κύριος Ἰδοὺ αἴρω εἷς τὸ. ἔθνη τὴν χεῖρά μου, καὶ εἷς τὰς νήσους ἀρῶ σύνσημόν μου, καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπ’ ὤμων ἀροῦσιν,

23καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἶ δὲ ἄρχουσαι τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι, καὶ τὸν χοῦν τῶν ποδῶν σου λίξουσιν· καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσῃ.

24Μὴ λήμψεταί τις παρὰ. γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται;

25οὕτως λέγει Κύριος Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι.

26καὶ φάγονται οἱ θλίβοντές σε τὰς σάρκας αὐτῶν, καὶ πίονται αἷς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ ὃ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ.

Abrir Isaías 49 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario