Isaías 48

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 48 en hebreo y español.

1Ἀκούσατε ταῦτα, οἶκος Ἰακώβ, οἱ κεκλημένοι τῷ ὀνόματι Ἰσραὴλ καὶ οἱ ἐξ Ἰούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραήλ, μιμνησκόμενοι οὗ μετὰ. ἀληθείας οὐδὲ μετὰ δικαιοσύνης,

2καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῳ θεῷ του Ἰσραὴλ ἀντιστηριζόμενοι, Κύριος σαβαὼθ ὄνομα αὐτῷ.

3τὰ πρότερα ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθεν καὶ ἀκουστὰ ἐγένετο· ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθεν.

4γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὃ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.

5καὶ ἀνήγγειλά σοι τὸ. πάλαι πρὶν ἐλθεῖν ἐπὶ σέ· ἀκουστόν σοι ἐποίησα, μὴ εἴπῃς ὅτι Τὸ. εἴδωλά μοι ἐποίησαν, καὶ < μὴ εἴπῃς > Τὸ. γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι.

6ἠκούσατε πάντα, καὶ ὑμεῖς οὐκ ἔγνωτε· ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὸ, καινὰ ἀπὸ τοῦ νῦν ἃ μέλλει γίνεσθαι· καὶ οὐκ εἶπας

7Νῦν γίνεται καὶ οὗ πάλαι, καὶ οὗ προτέραις ἡμέραις ἤκουσας αὐτά· μὴ εἴπῃς ὅτι Ναί, γινώσκω αὐτά.

8οὔτε ἔγνως οὔτε ἠπίστω, οὔτε ἀπ’ ἀρχῆς τὸ. ὦτά σου· ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος ἔτι ἐκ κοιλίας κληθήσῃ.

9ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου, καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοί, ἵνα μὴ ἐξολεθρεύσω σε.

10ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου· ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας·

11ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὗ δώσω.

12Ἄκουέ μου, Ἰακώβ, καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ· ἐγώ εἶμι πρῶτος, καὶ ἐγώ εἶμι εἷς τὸν αἰῶνα,

13καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἦ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται ἅμα,

14καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα ; ἀγαπῶν σε ἐποίησα ταῦτα ἐπὶ Βαβυλῶνα, τὸ θέλημά σου, τοῦ ἆραι σπέρμα Χαλδαίων·

15ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τήν ὁδὸν αὐτοῦ.

16προσαγάγετε πρὸς μὲ καὶ ἀκούσατε ταῦτα, οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ ἐλάλησα, οὐδὲ ἐν τόπῳ γῆς σκοτινῷ· ἡνίκα ἐγένετο, ἐκεῖ ἥμην, καὶ νῦν Κύριος ἀπέσταλκέν με, καὶ τὸ πνεῦμα αὑτοῦ.

17οὕτως λέγει Κύριος ὁ ῥυσάμενός σε ὅ ἅγιος Ἰσραήλ, Ἐγὼ εἰμι ὁ θεός σου > σοι τοῦ εὑρεῖν σε τὴν ὁδὸν ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ.

18καὶ εἶ ἤκουσας καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης.

19καὶ ἐγένετο ἂν ὡσεὶ ἅμμος τὸ σπέρμα σου, καὶ τὸ, ἔκγονα τῆς κοιλίας σου ὥς ὁ χοῦς τῆς γῆν οὐδὲ νῦν οὔ μὴ ἐξολεθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου.

20Ἔξελθε ἐκ Βαβυλῶνος φεύγων ἀπὸ τῶν Χαλδαίων· εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγετε Ἐρρύσατο Κύριος τὸν λαὸν αὐτοῦ Ἰακώβ.

21καὶ ἐὰν διψήσωσιν, δι’ ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς, σχισθήσεται πέτρα καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου.

22οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, λέγει Κύριος.

Abrir Isaías 48 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario