Septuaginta · texto en griego
Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 51 en hebreo y español.
1Ἀκούσατέ μου, οἶ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον, ἐμβλέψατε εἷς τὴν στερεὰν πέτραν ἥν ἐλατομήσατε, καὶ εἷς τὸν βόθυνον τοῦ λάκκου ὃν ὠρύξατε.
2ἐμβλέψατε εἷς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἷς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν καὶ ἐκάλεσα αὐτόν, καὶ ηὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν.
3καὶ σὲ νῦν παρακαλέσω, Σιών, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς, < καὶ θήσω τὸ. ἔρημα αὐτῆς ὡς παράδεισον, καὶ πρὸς δυσμὰς) ὥς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως.
4Ἀκούσατέ μου, ἀκούσατε, λαός μου, καὶ οἱ βασιλεῖς πρὸς μὲ ἐνωτίσασθε, ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ ἦ κρίσις μου εἷς φῶς ἐθνῶν.
5ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται τὸ σωτήριόν μου, καὶ εἷς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομενοῦσιν, καὶ εἷς τὸν βραχίονά μου ἐλπιοῦσιν.
6ἅρατε εἷς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἐμβλέψατε εἷς τὴν γῆν κάτω, ὅτι ὃ οὐρανὸς ὥς καπνὸς ἐστερεώθη, καὶ ἡ γῆ ὥς ἱμάτιον παλαιωθήσεται, οἶ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποθανοῦνται, τὸ δὲ σωτήριόν μου εἷς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὗ μὴ ἐκλίπῃ.
7Ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαός μου οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε.
8ὥσπερ γὰρ ἱμάτιον βρωθήσεται ὑπὸ χρόνου, καὶ ὥσπερ ἔρια βρωθήσεται ὑπὸ σητός, ἦ δὲ δικαιοσύνη μου εἶς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἷς γενεὰς γενεῶν.
9Ἑξεγείρου ἐξεγείρου Ἰερουσαλήμ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου· ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, αἷς γενεὰ αἰῶνος. οὗ σὺ εἴ
10ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος ; ἦ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις
11καὶ λελυτρωμένοις; ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξουσιν εἷς Σιὼν μετ’ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν ἀγαλλίαμα καὶ αἴνεσις, καὶ εὐφροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
12ἐγώ εἶμι ἐγώ εἶμι ὃ παρακαλῶν σε· γνῶθι τίνα εὐλαβηθεῖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν.
13καὶ ἐπελάθου θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν· καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ θυμοῦ θλίβοντός σε, ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἀραί σε· καὶ νῦν ποῦ ὃ θυμὸς τοῦ θλίβοντός σε ;
14ἐν γὰρ τῷ σώζεσθαί σε οὔ στήσεται οὐδὲ χρονιεῖ·
15ὅτι ἐγὼ ὃ θεός σου ὃ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὸ. κύματα αὐτῆς, Κύριος σαβαὼθ ὄνομά μοι.
16θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, καὶ ὑπὸ τὴν δεξιάν μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιών Λαός μου εἴ σύ.
17Ἐξεγείρου ἐξεγείρου, Ἰερουσαλήμ, ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ ἐκ χειρὸς Κυρίου· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ, ἔπιες καὶ ἐξεκένωσας,
18καὶ οὒκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὦν ἔτεκες, καὶ οὐκ ἦν ὃ ἀντιλαμβανόμενος τῆς χειρός σου οὑδὲ ἀπὸ πάντων τῶν υἱῶν σου ὧν ὗψωσας.
19δύο ταῦτα ἀντικείμενά σοι· τίς σοι συλλυπηθήσεται; πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα· τίς σε παρακαλέσει;
20οἱ υἱοί σοι οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ’ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένα διὰ Κυρίου τοῦ θεοῦ.
21διὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου.
22οὕτως λέγει Κύριος ὃ θεὸς ὅ κρίνων τὸν λαὸν αὐτοῦ Ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ, καὶ οὕ προσθήσῃ ἔτι πιεῖν αὐτό·
23καὶ ἐμβαλῶ αὐτὸ εἷς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπα ν τῇ ψυχῇ σου Κύψον, ἴνα παρέλθωμεν· καὶ ἔθηκας ἴσα τῇ γῇ τὸ. μετάφρενά σου ἔξω τοῖς παραπορευομένας.
Abrir Isaías 51 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario