Isaías 52

Septuaginta · texto en griego

Este capítulo todavía no tiene traducción propia al español. El mismo libro está en el Antiguo Testamento hebreo, y allí sí: Isaías 52 en hebreo y español.

1Ἐξεγείρου ἐξεγείρου, Σιών· ἔνδυσαι τὴν ἰσχύν σου, Σιών, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἰερουσαλήμ, πόλις ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὸ, σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.

2ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, κάθισον, Ἰερουσαλήμ· ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἦ αἰχμάλωτος θυγάτηρ Σιών.

3ὅτι τάδε λέγει Κύριος δωρεὰν ἐπράθητε, καὶ οὒ μετὰ ἀργυρίου λυτρωθήσεσθε.

4Οὖτως λέγει Κύριος Εἰς Αἴγυππον κατέβη ὃ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἷς Ἀσσυρίους ἤχθησαν·

5καὶ νῦν τί ὧδε ἔσται; τάδε λέγει Κύριος Ὅτι ἐλήμφθη ὃ λαός μου θαυμάζετε καὶ ὀλολύζετε. τάδε λέγει Κύριος Δι’ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.

6διὰ τοῦτο γνώσεται ὃ λαός μου τὸ ὄνομά μου έν τῇ ἡμέρᾳ. ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὑτὸς ὃ λαλῶν· πάρειμι

7ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιών Βασιλεύσει σου ὃ θεός·

8ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ Κύριος τὴν Σιών.

9ῥηξάτω εὐφροσύνην ἅμα τὸ. ἔρημα Ἰερουσαλήμ, ὅτι ἠλέησεν· Κύριος αὐτὴν καὶ ἐρρύσατο Ἰερουσαλήμ.

10καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ.

11Ἀπόστητε ἀπόστητε, ἐξέλθατε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, ἐξέλθατε ἐκ μέσου αὐτῆς, ἀφορίσθητε, οἱ φέροντες τὸ. σκεύη Κυρίου·

12ὅτι οὗ μετὰ. ταραχῆς ἐξελεύσεσθε οὐδὲ πορεύσεσθε, πορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς Κύριος ὅ θεὸς Ἰσραήλ.

13Ἰδοὺ συνήσει ὃ παῖς μου, καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα.

14ὅν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων.

15οὕτως θαυμάσονται ἔθνη πολλὰ ἐπ’ αὐτῷ, καὶ συνάξουσιν βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ. οὐκ ἀκηκόασιν συνήσουσιν.

Abrir Isaías 52 en el lector interactivo, con el análisis palabra por palabra y el diccionario